Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.berl.zill.14

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐδεξάμην νῦν τὸ τίμιον γράμμα τῆς ὑμετέρας πατρικῆς καὶ ὁσίας δεσποτείαςδεσποτίας καὶ τῆς ἐντίμας καὶ γνησίας ἀδελφικῆς θεοφιλίας, καὶ χαρᾶς ἐνεπλήσθην γνοὺς ἐξ αὐτοῦ τὴν ἐν κυρίῳ ὑμῶν κατάστασιν καὶ ὅλων τῶν ἀδελφῶν ὑγιείανὑγίαν υσαρ μερί μναν ἡμῶν. ἐκδέχομαι δὲ ἑκάστης ἡμέρας τὸν ὁσιώτατον ἄββα Πέτρον τὸν ἐπίσκοπον ωνιε ησαν οἱ ἀπὸ Ὀξυρυγχιτῶν πόλεως καὶ σὺν αὐτοῖς ἐρχομένου αὐτοῦ ἐὰν ἔχω μέτρον ζωῆς ἐξ υν αὐτῷ διὰ δὲ Κόματος καὶ Παχεως ἔστειλα κδυδ εἰς τοῦτον ἵνα πεμφθῶσιν ὑμῖν ἐκ τῶν ἐκεὶ σλουτε οὖν δέξασθαι αὐτὰ ἕως οὗ ἀξιωθῶ προσκυνῆσαι ὑμῶν τοὺς ἁγιωτάτους πόδας ἀλλὰ παρακαλῶ ὑμᾶς εὔξασθαι ὑπὲρ τῆς ταπεινώσεώς μου ἵνα ὁ δεσπότης θεὸς κατευοδώσῃ τὰς ὁδούς μου καὶ διανύξῃ τὸν κοινὸν δεσπότην ἀπολῦσαί με μετὰ ἀγάπης καὶ μὴ σω λοιπῶν αὐτοὺς ἐμποδίσαι μοι γὰρ ζητεῖ τὴν μίαν ταύτην καὶ ἐὰν ἔχω μέτρον ζωῆς οὐ δύναμαι μὴ ἐξελθεῖν ἀλλὰ μετὰ ἀγάπης θέλω ἵνα μὴ μετὰ τοσαῦτα ἔτη ἃ ἐδούλευσα αὐτῷ λυπήσω αὐτὸν, ἀλλʼ ἐλπίδας ἔχω εἰς τὸν Θεὸν καὶ εἰς τὰς εὐχὰς ὑμῶν, ὅτι πληρο φορεῖ αὐτὸν ὁ θεὸς καὶ μετὰ καλοῦ ἀπολύει με. πλεῖστα δὲ ἐν κυρίῳ προσκυνῶ καὶ κατασπάζομαι γνησίως καὶ εὐτυχῶς τὴν τοῦ δεσπότου μου ἁγιωσύνην καὶ σὲ τὸν θεοφιλέστατον καὶ γνήσι όν μου ἀδελφὸν Φοιβάμμωνα δια τοῦτο δὲ ποιοῦσι ὁ ὁσιώτατός μου ἀδελφὸς ὁ σύγκελλος καὶ πάντες ἐξ ἐμοῦ δὲ σθη καταξιω σάτω τοὺς θεοσεβεστάτους ἄββα Μαρῖνον καὶ τοὺς ἀλλους πρεσβυτέ ρους κατʼ ὄνομα καὶ τοὺς θεοφιλεστάτους διακόνους καὶ τὸν ἀδελφὸν Κιαμοῦλ καὶ πάντας τοὺς ἀδελφοὺς κατʼ ὄνομα. ὁ δὲ κύριος δεσπότης ἡμῶν ἀξιώσῃ με ἐν τάχει πάντας ὑμᾶς περιπτύξασθαι. ὁ θεοφιλέστατος ἀδελφὸς Μηνᾶς σὺν ἐμοὶ προσκυνεῖ τὰ ἴχνη ὑμῶν ας τοὺς ἀδελφοὺς ἵνα δετατι ελ χάρισμα ἐκ τοῦ θεοφιλεστάτου ἀδελφοῦ μου οἴκου τῆς μητρὸς τάχει εο λευκοινος εκφέρω αὐτὸ ἐρχόμενος ἐὰν ζήσω.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.