no image
DDbDP-text
[r]
τῷ ἀγαπητῷ καὶ θεοσεβεστάτῳ πατρὶ Ἄπα Ἀντίνῳ
Περγάμιος πραιπόσιτος Εὐλόγιος πρίγκιψ.
ἐδεξάμεθα γράμματα παρὰ τῆς σῆς θεοσεβείας, κύριε πάτερ,
περὶ Ὥρου τοῦ ἡμετέρου στρατιώτου τοῦ ἀπὸ φυλάκων
ὥστε μὴ τιθέναι εἰς τὴν ἀγραρίαν τῆς Ὀάσεως καὶ τῶν τούτων …
θεοσέβεια γεγράφηκεν ἡμῖν, ἐσκεψάμεθα ὅπως τοῦτο
συγχωρηθῇ αὐτῷ ὅτι μέτριος τυγχάνει καὶ παλαιὸς στρατιώτης. οἶδεν γὰρ ἡ θεία πρόνοια μὴ ἔχομεν τὸ καθόλον στρατιώτας εἰς τὸ κάστρον ἀλλὰ εἰς ἀγραρίας
σχολάζουσιν καὶ διὰ τὴν ἀνάγκην τοῦτον ἐθήκαμεν.
δεξάμενοι οὖν τὰ γράμματα τῆς θεοσεβείας σου
εὐθέως συνεχωρήσαμεν αὐτῷ τὴν ἐπιδημίαν
εἰς τιμὴν τῆς θεοσεβείας σου καὶ καταξίωσον, πάτερ,
περὶ ὧν βούλῃ κέλευε ἡμῖν ἡδέως ὑπουργοῦσι
καὶ μνήσθητι ἡμῶν ἐν ταῖς ἁγίαις εὐχαῖς σου· Ἐρρωμένον σε εὔχομαι, κύριέ μου τιμιώτατε
πάτερ, χρόνοις πολλοῖς.
ἐρρωμένον σε εὔχομαι
κύριέ μου τιμιώτατε
πολλοῖς χρόνοις.
[v]
τῷ ἀγαπητῷ καὶ θεοσεβεστάτῳ πατρὶ Ἄπα Ἀντίνῳ
Περγάμιος πραιπόσιτος Εὐλόγιος πρίγκιψSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.