no image
DDbDP-text
Philoxenus to his Parents and Uncle via HGV-meta
Linked by Trismegistos ID
TM 33603.
Each record below describes this same artifact or text from a different angle.
[r]
χμγ † ἀμὴν
κυρίοις μου τιμιωτάτοις καὶ θαυμασιωτάτοις πατρὶ καὶ τῇ
γλυκυτάτῃ μου μητρὶ καὶ τῷ θείῳ Θεοφανίῳ ὁ δοῦλος ὑμῶν
καὶ προσκυνητὴς Φιλόξενος ἐν κυρίῳ θεῷ χαίρειν. πᾶσαν χαρὰν ἔχω καὶ ἔσχον ἀπολαβὼν ὑμῶν τὰ γλυκύτατα γράμματα. γινώσκειν ὑμᾶς βούλομαι, κύριοί μου τιμιώτατοι εὐπρόσδεκτον ἔχοντες τὴν ἐν Χριστῷ ἀγάπην, ὅτι εὐχαῖς ὑμῶν
πάντα καλῶς γίνεται καὶ προσέχω ἐμαυτῷ καθάπερ
καὶ παρέθου μοι διὰ τῶν γλυκυτάτων σου γραμμάτων. ἐλπίζω γὰρ διὰ τῶν εὐχῶν ὑμῶν τελείαν καὶ ἀπρόσκοπτον ἔχειν καὶ ἀμετάθετον καὶ ἀνυπόκριτον
ἐλπίδα ζῶσαν καὶ ἐμὲ καμεῖν καὶ τὴν ἀντιμισθίαν
εὐχάριστον ὑμῖν τῶν κόπων ἀποδοῦναι καθάπερ
καὶ ὑμεῖς τηλικαῦτά μοι χαρίσματα πεποιήκατε.
προσαγορεύει ὑμᾶς ἡ μήτηρ τοῦ Μηνᾶ καὶ Ἐπιφανία
καὶ ἀμμάς μου Προσφορία, ἥτις καλῶς με ἀναπαύει, καὶ Πάλλας καὶ οἱ υἱοὶ σου Ἰσαείας καὶ Δωρόθεος. προσαγόρευέ μοι τὴν κυρᾶν μου καὶ τὴν κυρᾶν
μου Μαρίαν καὶ τὴν μοναχὴν Ἀθῶνιν καὶ τὸν γλυκύτατόν
μου ἀδελφόν μου Ἡρακλάμμωνα καὶ τὴν ἀδελφήν μου Ἡρᾶιν καὶ Ἰωσῆφ καὶ Ἰωάννην καὶ Παρηγόριον καὶ Θέωνα
τὸν ταπητᾶν. ἐδεξάμην εἰς πλοῖον Σαμουηλίου μεγάλα κνίδια πε, σπαθία δύο , μέλιτος κνίδιον ἕν , ἐλαιῶν κνίδια δύο ,
ἔτι δὲ καὶ εἰς πλοῖον Φοιδάμμωνος ἐδεξάμην οἴνου κνίδια
ἐννέα καὶ ἀσκαλώνιον φασηλίων. εὔξασθε περὶ μ…
… τοῦ ἁγίου Ἰωάννου καὶ τῆς ἁγίας Εὐφημίας
καὶ τοῦ ἁγίου Μηνᾶ καὶ τοῦ ἁγίου Πέτρου καὶ τοῦ ἁγίου
Ἰουλιανοῦ. κατευοδώσῃ τὰ πράγματα κα[…]
ἐνδύσῃ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον. καταξιώσατε[…]
ἀποστεῖλαί μοι κηρίον ἵνα ἀπαλαξξ[…]
ναις τὴν τῶν λαμβανόντων κ…[…]
ἐρρῶσθαι ὑμᾶς ἔχομαι πολλοῖς χρόνοις[…]
[…]…[…]
[… ? lines lost …]
[v]
† προσαγ
προσαγορεύω Φοιβάμμωνα τὸν γεωργὸν
καὶ Φιλοξέναν τὴν θυγατέρα Θεοφανίου καὶ ὅλους ἐν τῇ οἰκίᾳ
κυρίῳ μου τιμιωτάτῳ πατρὶ Ζωίλῳ […]
☧
ὁ σὸς δοῦλος Φιλόξενος ἐν κυρίῳ θεῷ …[…]
χμγ θεοῦ
Φιλαγρίου
Ὑπερεχίου
Φιλαδέλφου
ΚορινθίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.