no image
DDbDP-text
Linked by Trismegistos ID
TM 16855.
Each record below describes this same artifact or text from a different angle.
τῷ γνησιωτάτῳ καὶ φωτεινοτάτῳ μακαριωτάτῳ ἀγαπητῷ καὶ θεῷ μεμελημένῳ καὶ πεπληρωμένῳ πνεύματος ἁγίου
καὶ τιμιωτάτῳ παρὰ κυρίῳ θεῷ ἄπα Παιηοῦ, ἐν δεσπότῃἸησοῦ Χριστῷ χαῖρε. πρὸ μὲν πάντων εὔχομαί σοι τὴν
ὁλοκληρίαν παρὰ τῷ κυρίῳ θεῷ —. ταῦτα τὰ γράμματα ἡμῶν ἔγραψα ἐν τῷ χαρτίῳ τούτῳ ἵνʼ αὐτὰ ἀνάγνοις μετὰ χαρᾶς
καὶ μετὰ εἰρήνης βεβαιοτάτης ἐξ ἁγίου πνεύματος καὶμετὰ ἱλαρότητος θεῷ μεμελημένος καὶ μετὰ φιλοξενίας μακροθυμίας πεπληρωμένος πνεύματοςἁγίου. σοὶ οὖν γράφω, γνησιώτατε καὶ βεβαιότατε ἄπα Παιηοῦ
παρὰ κυρίῳ θεῷ, ὅπως ἐπάρῃς τὰς χεῖράς σου πρὸς τὸν δεσπότην θεὸν ὡς τύτος σταυροῦ …[…]…[…]ζια θεῷ μεμελημένος διὰ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ταλαιπώρου, καὶ οὐ καταξίῳ τὸ φῶς τοῦ ἡλίου εἰδέναι, ὅπως ὁ θεὸς ἀκυρώσῃ τὸ χειρόγραφον τῶν
ἁμαρτιῶν μου διὰ τῶν βεβαιοτάτων ὑμῶν προσευχῶν ἁγιωτάτων. γνῶναί σε οὖν θέλω, γνησιώτατε καὶ μακαριώτατε, ὅτι ὅτε ἦμεν ἐν τῇ νήσῳ τῆς Μέμφεως μετὰ τῶν ἁγιωτάτων ἀδελφῶν καὶ ἐποίησαν περὶ ἐμοῦ τὴν διαθήκην
τὴν θεῷ μεμελημένην καὶ σπουδαίαν εὐλογημένην πνεύματος ἁγίου …ε… καὶ ἄπα Κ[…]ς καὶ ἄπα Ὠρσενούφιος καὶ ἄπα Σουροῦς καὶ ἄπα Πεβὲ καὶ Παῦλος πρεσβύτερος ὁ ἀπὸ Τηέναιως καὶ Ἀντίνους καὶ[…]ος Τουᾶν υἱοῦ Οὐεναφρίου
καὶ ἄπα Μεγαλώνυμος, ἵνα παραδώσητέ με τῶι ἄπα Σουροῦτι εἰς τὴν μονὴν αὐτοῦ. καὶ ἔμεινα […]πειραζόμενος ἐν τῷ
κηπολαχάνῳ, καὶ ἔμεινα ἐκεῖ ἕως τοῦ Φαμενώθ, καὶ ὅτε δὲ ἐξέβην ἄπηλθα εἰς τὸ […]ς, καὶ νῦν βέβηκέ μοι
παράπτωμα διαβολικόν. πᾶν οὖν ποίησον, ἀγαπητὲ γνησιώτατε καὶ ἀξιώτατε παρὰ κυρίῳ θεῷ, μετὰ σπουδῆς φιλοξενίας πνεύματος ἁγίου θεῷ μεμελημένος νυκτὸς καὶ ἡμέρας παρακαλέσῃς τὸν θεὸν τὸν κύριονπάντων τῶν ἐν υἱῷ
ἐν πατρὶ καὶ ὁ ἐν πατρὶ ἐν υἱῷ ἵνα ἀποδώσει με εἰς τὰς χεῖρας ὑμῶν· ἀσθενῶς δὲ … […]αιως ὁλοκαύτωμα
πνεύματος ἁγίου. οὐ μόνον δὲ ταῦτα ἔγραψα ἔγραψα δὲ καὶ τῷ ἄπα Ἄμμωνι καὶ τῷ ἄπα[…]καὶ τῷ ἄπα Πεβὲ
καὶ εἰς τὰ ἄνω μέρη πρὸς Μεγαλώνυμον διὰ ἐμοῦ, ἐγὼ Ὡρίων, ἵνα ἐπάρωσιν αὐτῶν τὰς ἁγιωτάτας αὐτῶν χεῖρας πρὸς τὸν
θεὸν ἐν ὅλῃ καρδίᾳ αὐτῶν ὡς τύπος σταυροῦ καὶ μὴ ἀποστερήσωσί με καὶ μὴ ἐ[…]ωσί με, ἀλλὰ ᾧ ὁ θεὸς
οἰκτίρμων καὶ ἐλεήμων οὕτως καὶ ὑμεῖς οἰκτίρμονες καὶ ἐλεήμονες γίγνεσθε διὰ ἐμοῦσποδαζόμενοι
πρὸς τὸν θεόν. πᾶν οὖν ποίησον, ἀγαπητέ, ἵνα γράψῃς κατὰ μονὴν καὶ τῷ ἄπα Σουροῦτι καὶ τῷ ἄπα Πεβαί, ἵνα
καὶ αὐτοὶ ἐλεήμονες γενήσονται περὶ ἐμοῦ καλέσωσιν πρὸς τὸν θεὸν μετὰ σπουδῆς πνεύματος ἁγίου
θεῷ μεμελημένοι ἵνʼ οὕτως καὶ αὐτοὶ γράψωσι μετὰ σπουδῆς ὅλης καρδίας διὰ ἐμοῦ εἰς τὰ ἄνω μὲρη
κατὰ μονὴν ἐντελλόμενοι περὶ ἐμοῦ εὔχεσθαι[…] τὴν κα[…]διναν τω[…]περὶ ἐμοῦ
ὅτι ὁ θεὸς μακρόθυμος καὶ ἐλεήμων γενήσεται[…]υν κατ[…] μετὰ σπουδῆς[…]
ἀσπάζομαί σε, μακάριε ἄπα Παιηοῦ,[…]ἄπαΠεβὲ …[…]
καὶ τοὺς σὺν σοὶ πάντας ἀδελφοὺς […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.