no image
DDbDP-text
[r]
τῇ κυρίᾳ μου καὶ γλυκυτάτῃ
μητρὶ καὶ Τιᾶς ὁ υἱός σου
[…]… Γεννα…[…] ἐν Κυρίῳ χαίρειν.
π[…]… ὀλιγωρίας περὶ […]…
[…]…[…] δεύτερον μετα…α
[…]…[…]τας ετ[…]…υ…[…]…[…]
[…]θαιτασαυτη[…]ητ[…]σ[…]
ο…[…]μενα τοὺς α[…]…[…]
τον καὶ μοὶ μηδὲν ἄξιον εἰ μὴ
τὸν μείζονα πάντων Θεὸν καὶ τοὺς
ἁγίους μάρτυρας καὶ τῇ αὐτῶν δυνάμει καὶ τῆς χάρις τῆς Τρίαδος·
καὶ τὰ δύο ἅπαξ ἐποίησα αὐτὴν
διατραπῆναι καὶ ζημιωθῆναι
πλεῖον τεσσεράκοντα ὁλοκοττίνον· καὶ κλαίει αὐτῆς τὰς ἡμέρας
ὅτι πῶς ἐνέπεσον εἰς τὰ δικασστήρια ταῦτα· καὶ ἄλλην αἰτίαν
ἔχω εἰσαχθῆναι· καὶ ἐλπίζω
ἐν τῇ δυνάμει τοῦ Θεοῦ ὅτι καταλαβεῖν ὑμᾶς μετὰ τελείας
χαρᾶς τοῦ Θεοῦ βοηθοῦντός
μοι ἐν ἅπασι· ἔλαβον ὑμῖν τὸ λαγύνιν τοῦ ταριχίου τὸ εἶπές μοι,
πάνυ δὲ ἐλυπήθην καὶ ἔκλαυσα
ἄκουσας διὰ τὸν καλὸν Παγένιν
τὸν κατέλαβον τν ἄθλιαν […]ηοραν τοιαύτην πτῶσιν λαβεῖν διὰ
τῆς νεότητος τοῦ καλοῦ Παγενίου·
παραμυθήσατε αὐτήν, οὐδὲν γὰρ ἔνι
ποιῆσαι. νυχθήμερα εὔχομαι εἰς τὰ
τοῦ ἁγίου Ἰωάννου περὶ τῶν ἀδελφῶν
μου ἵνα ὁ Θεὸς τουτῶν βοηθήση
ὁπουδάν εἰσι· ἤκουσα γὰρ ὅτι ἐν
Θηβαίδι εἰσίν. ἀσπάζομαι Εὐπρέπειαν καὶ πάντας.
[v]
εὔχεστε καὶ ὑμεῖς ὑπὲρ ἐμοῦ· ἐγὼ π[…]…[…]η[…]ο εἶτα …μουτι[…]…
καὶ τὴν Ἐσαφροδιτὼ καὶ πάντας τοὺς ἀγαπῶντας ὑμᾶς κατ’ ὄνομα.
ἐπίδος τῆς Τιᾶς παρὰ Γενναδίου Σιφ
φSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.