no image
DDbDP-text
Frammento di petizione via HGV-meta
Linked by Trismegistos ID
TM 36862.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]ἐκομισάμην
[…] ὑγίειαν
[…]πονηρὸς Παπνοῦθις
[…] τῶν ἀπὸ Φθλα
[…]εν Χριστῷ
[…]ῳ δεσπότῃ μου
[…]…νετον…
[…]…ειδ…τ…
[…]πᾶσι τοῖς ἀγαθοῖς καθʼ ὑμᾶς
[…] καὶ μακροχρονιεῖν καὶ τέκνα
[…]ἀπολαύσεως ἐκ θεοῦ δεδομένης τυχεῖν
[…]καὶ ἐπουρανίου. μάρτυρα γὰρ καλῶ τὸν δεσπότην
[…]ύομαι μετὰ τῶν δούλων ὑμῶν υἱῶν μου
[…]…ερ…[…]ἀσφαλείας διʼ εὐχῆς ἡμῶν
[…]των ἱερῶν ἰχνῶν τῶν ἁγίων, ἵνα ὁ θεὸς
[…]λα καὶ τὰ ἐμφέροντα κατὰ τὰ αἰτήματα
[…]γάρ που διὰ τοῦ ἱεροψάλτου λέγων ὁ θεὸς, ὅτι
[…]πένητι καὶ πτωχῷ, τοῦτον ῥύσεται ὁ κύριος
[…]εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. ἴστε γάρ, δέσποτα
[…]πως ουδ[…]λ…ι…χερέστερον τοῦ
[…]ειν τὸν ἄνθρωπον ἀπὸ εὐλυσίας εἰς στένωσιν
[…]… τὸ θεῖον, ὅτι τῇ συνεχούσῃ με ἀρρωστίᾳ
οὐκ η[…]ς τιμῆς τοῦ θεοῦ, καὶ οὕτως οὐκ ἐσπλαγχνίσθη
ὁ εἰρημένος […] ἐζήτει βιάσασθαί με παρὰ τὸν τοῦ δικαίου λόγον
εἰ μὴ ὅτι […]ων ἐπὶ κ[…] καίτοι γε ἔχων ὁ εἰρημένος
Παπνοῦθις… […] καὶ ὑπὲρ δὲ ἀξίαν ὑπουργοῦσαν αὐτῷ
……ει[…] καὶ ἐμπρῆσαι Φθλα τὴν κώμην καὶ ἀπενεγκεῖν
δεσμίους τοὺς ἐκεῖ οἰκοῦντας ὀλιγίστους ἀνθρώπους εἰς Ἀφροδίτην
ουμην […] θυμήσειεν κοπωθῆναι δύναται εὐχερῶς ἐν τοῖς τόποις
πληρω[…]δημόσια ἐκ τῶν συντελούντων αὐτοῖς κτητόρων
ἀπὸ Ἀφροδίτης κώμης ὁπηνίκα οὗτοι βάλλουσιν δημόσια τῷ βοηθῷ
Φθλα εχομ[…]τως εἰς τὴν κώμην Ἀφροδίτης, ἵνα μετὰ τὴν ἀπόδοσιν
τῶν ὄντων[…]ὁεἰρημένος Παπνοῦθις τὸ ἀστικὸν αὐτοῦ δημόσιον παρʼ
αὐτοῦ παραδεδωκ[…]ω τὸν εἰρημένον βοηθὸν καὶ τοὺς ἀπὸ Φθλα μισθωτὰς
καὶ ἄλλ[…]ητήσει κατὰ μέσον τῆς κώμης διαμαρτυρόμενος
αὐτὸν […] δημόσια λαβεῖν μόνον […]…[…]…πει τὴν διοίκησιν τοῦ
ἀγαθοῦ μου δεσπότου, ἐπεὶ οὐ δυνατοτεροῦσιν αὐτοῦ οἱ ἀπὸ Φθλα
οὖτε σπα…ος αὐτῶν τῆς ὑμῶν δεσποτείας φαίνεται μόνον
ὁ εἰρημένος Παπνοῦθις ἔχθραν ἔχειν εἰς ἐμὲ οὐκ οἶδα πόθεν, κατὰ τὴν
σήμερον ἡμέραν, ἥτις ἐστὶν Φαῶφι πέμπτη, ὅλους τοὺς λινοΰφους
επιασθ[…] τούτων […] συνπρωτοκωμητῶν αὐτοῦ καὶ ἀπέκαμον
παρακαλῶν αὐτοὺς διὰ τῶν ἀνθρώπων μου ἀπολῦσαί μοι τρεῖς
ἀνθρώπους ἐκ τῶν εἰρημένων λινοΰφων, εἰωθότας καθʼ ἕκαστον ἔτος
λινοκαλάμαις σπεῖραι παρʼ ἐμοὶ ἐν τοῖς γῃδίοις μου καὶ παρασχεῖν τοὺς
χρυσίους ἐμοῦ εἰς τὸ δημόσιον οὐκ ἐβουλήθησαν. καὶ μὴν τούτους
καὶ ὅλους κατέστησαν εἴς σου γύας σπεῖραι παρʼ ἑαυτοῖς μόνοις καὶ οἷς
προσέχουσι α[…]ζητήσαντες ἐντεῦθεν ἤδη αὐτοὺς προτέλειαν. ὅθεν παρακαλῶ
ὑμᾶς καὶ το[…]οτο…… πρὸς ἁπάσαις ὑμῶν εὐεργεσίας αἷς ἐντυγχάνω
ἐπιθ…[…] βενεφίκιν τῇ ὑμετέρᾳ ψυχῇ εἰς παράστασιν προστάξαι
τοὺς ἐμοὺς ἀνθρώπους τοὺς ἀεὶ τὴν λι…αν παρʼ ἐμοὶ σπείροντας
συγχωρηθῆναί μοι κατὰ τὸ ἔθος ἵνα εὕρω τὰ δημόσια εὐγνωμόνως πληρῶσαι
εἰς τὰς καταβολὰς καὶ μὴ ἐν ὑστερησμῷ γένωμαι ἀπορῶν πανταχῇ
…[…]…[…]νιζε[…]πλησίον ὑπὲρ γενημάτων ὅτι τὰ ἐν καιρῷ
διδομεν[…]ος εἰ πρὸ καιροῦ ἐπιδέχονται οἱ δανισταὶ ἐμοὶ τὰς χεῖρας
αὐτῶν εκ…[…]…ησαν θλίψαντες τὸν τρισάθλιον κτήτορα. ταῦτα μὲν δὴ
……[…] ἡγείσθω δὲ τῶν βραχέων μου γραμμάτων ἡ ἐποφειλομένη
ὑμῖν εξ[…] προσκύνησις καὶ ὁ ἀσπασμός μου ὡς οὐ χάρτης χωρεῖ,
δέσποταSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.