no image
DDbDP-text
Requête anonyme via HGV-meta
Linked by Trismegistos ID
TM 36786.
Each record below describes this same artifact or text from a different angle.
[r]
† τὸ γονικὸν ὑμῶν καὶ ἐνδιάθετον καὶ μεγαλοπρεπὲς αἷμα δικαιοσύνην
ἔμφυτον ἐδίκτων ἀεὶ φυλάττει περὶ πάντας· μάλιστα δὲ ὀφείλει ἐπὶ πλεῖον,
ἐπὶ τῆς τηλικαύτης ὑμῶν εὐαρχείας, ἐνδείξασθαι τοῖς δέουσι καὶ
βουλομένοις τυχεῖν παρηγορίας τῶν ἑαυτῶν ἀδικημάτων, τὴν ἀζηχῆ
θλῖψιν ὑποφέρουσιν. ἐπεὶ οὖν, δέσποτα, μετὰ τὸν δεσπότην Θεόν, εὐεργέτα, καὶ τὸν ι…εν
πρόστατα πάσης τῆς ἐπαρχείας, ὡς ἀπὸ Δίος γένους λελάχατε αἵμα τῷ ἀληθεῖ,
πρὸς τὴν ὁμωνυμίαν τῶν ἀειμνήστων καὶ μεγαλοπρεστάτων ὑμῶν γονέων, παρακαλοῦμεν
τοιγαροῦν καθικετεύοντες καὶ ἐνορκοῦντες κατὰ τοῦ ἀενάου Θεοῦ τὴν ὑμῶν λαμπροτάτην
καὶ μεγαλοπρεπεστάτην δεσποτείαν, κατελεῆσαι τοὺς βεβλημένους ἀπὸ Ἀφροδίτης ἐπὶ δημοσίᾳ φυλακῇ.
οἷον γὰρ φιλότεκνοι πατέρες ὑμῶν, πάντων τῶν ἀπεριστάτων ἐστε πανοίκτιστοι, κειμήλιοι
πάσης τῆς ἐπαρχείας, καὶ πενήτων θρεπτῆρες καὶ τυφλῶν καὶ εὔσπλαγχνοι
δοτῆρες, ἵνα μὴ τῇ λιμῷ ἀνάγχωνται τὰ ἀθλιώτατα αὐτῶν τέκνα. ἐπὰν γὰρ
συμβῇ τῷ πένητι συσταλῆναι τὰς χεῖρας, ἀποκλείεται καὶ τὸ στόμα· καὶ πρὸς
εἴδησιν τῆς ἀληθινοῦ ὑμῶν διδασκαλίας, ὡς καθʼ ὑποτελεῖς τυγχάνουσιν
ἀλλὰ μόνον χειρότεχνοι τυγχάνουσιν, καὶ οὐχ ἑτέρας πολιτείας σύγκεινται εἰ παρασταίη τῷ ὕψει ὑμῶν γυμναζέσθωσαν ἕκαστος τῷ ἰδίῳ ἐπιτηδεύματι, ἐπειδήπερ
γναφεῖς καὶ χαλκεῖς καὶ τέκτονες καὶ πακτωνοποιοί, καὶ οὐδὲν ἄλλο αὐτοῖς ἐστιν ἐργόχειρον ἀπὸ γονέων
καὶ προγόνων, εἰ μὴ τὸ τῆς τοιαύτης τέχνης τὸ ἐπίκτημα· ἅπαξ οὖν, δέσποτα, τὸν δέοντα
σωφρονισμὸν ἐπείχασιν, πολλῶν ἤδη γεναμένων ἡμερῶν ἐν κατειργασμένῃ.
[v]
παρακαλεῖσθε τῇ ἐμφύτῳ ὑμῶν ἀγάπῃ μετὰ τὸν Θεὸν κινηθῆναι
εἰς αὐτούς, καὶ προστάξαι τούτους ἀπολῦσαι, πρῶτον μὲν διὰ τὸ
ψυχωφελὲς ὑμῶν καὶ διὰ τὴν συνέχουσαν αὐτοὺς μεγάλην
μετριοσύνην καὶ τὴν τῶν τέκνων αὐτῶν ἀτροφίαν· λυσιτελές
ἐστιν καὶ τοῦτο τῷ δημοσίῳ λόγῳ, ἵνα καὶ ἕκαστος τὰ τῆς τέχνης
ἐντόπια λειτουργήματα ἐκτελέσας, καιροῦ καλοῦντος ἐπὶ τὰ συνήθη γεωργία
δεῖται ἐπι…… γὰρ ἡ αὐτὴ γεωργία τῆς ἐξ ἑκάστου αὐτῶν συνελεύσεως
τυ……εστι μάλιστα ……ω
ει καὶ ανεν…………ποθεν αὐτῶν τὸν σπόρον φιλοκαλεῖσθαι.
μὴ οὖν ἀποτύχω τῆς παρακλήσεως καὶ τῆς αἰτήσεως, τὴν σωτηρίαν
τῶν φιλτάτων …………………… καὶ αει…
π………τοι περὶ πᾶν ὅ τι οὖν περισπούδαστον τῷ Θεῷ ἔργον τολμηρὸν
τολμώτατα ἐνετόλμησα μὲν γράψαι οὐκ ελειων μήτε νει…
ἀλλὰ καθικετεύων καὶ ἀφορμὰς τοὺς ὑμῖν ὡς σοφοῖς σοφωτέροις
ἔσεσθαι, δέσποτα εὐεργέτα ἀπὸ ὑπάτων προστάτα †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.