Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.bingen.130

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[… ? lines lost …] τῆς ὑπʼ αὐτὴν καμάρας[…]…ν μετὰ τοῦ ἡμίσους τοῦ ὑπερῴου αὐτῆς καὶ τὸ τρίτον μέρος ὑμετέρας ἀρτοθήκης καὶ τοῦ ὑπερῴου αὐτῆς μετὰ τῶν ἐνόντων καὶ ἀνηκόντων δικαίων καὶ χρηστηρίων τῶν τῆς οἰκίας … ἐπιβάλλον μοι μέρος πέμπτον, ἡμεῖς δὲ Ἐλισαβὲτ καὶ Εὐδοξία κοινῶς λελόγχαμεν ὁμοῦ τὸ ἄλλο ἥμισυ μέρος[…]… τὸ ἄλλο … σὺν ἡμίσει μέρει τοῦ αὐτοῦ ἀνδρεῶνος ἐν τῷ ὑπερῴῳ …[…] σὺν τρίτῳ μέρει τῆς ἀρτοθήκης καὶ τοῦ αὐτῆς ὑπερῴου καὶ τῶν δικαίων καὶ χρηστηρίων ὅλων τῆς πάσης οἰκίας πρὸς τὸ ἑκάτερον μέρος ἐντεῦθεν ἔχειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκεῖν καὶ νέμεσθαι καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ χρήσασθαι ᾧ ἄν βούλῃ τρόπῳ ἀκωλύτως καὶ μὴ ἐν οὐδενὶ παραβῆναι τὰ προγεγραμμένα, τὸν δὲ παραβαίνοντα ἢ τὴν παραβαίνουσαν δώσειν λόγῳ προστίμου χρυσοῦ οὐνκίας δύο καὶ ἄκοντα αὐτὸν ἐμμένειν πᾶσι τοῖς συγγεγραμμένοις πρὸς τὸ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν διαίρεσιν πανταχοῦ προκομιζομένην ἥνπερ γραφεῖσαν δισσὴν ὁμότυπον ἐφʼ ὑπογραφῶν ἡμῶν Φοιβάμμωνος καὶ Κολλούθου καὶ τοῦ ὑπὲρ Ταπαλλῶτος ὑπογράφοντος καὶ ἐπερωτηθέντες παρʼ ἀλλήλων καὶ ἀλλήλους ἐπερωτήσαντες ταῦθʼ οὕτως ἔχειν ποιεῖν φυλάττειν ὡμολογήσαμεν † καὶ βεβαιώσομεν ἀλλήλοις τὴν ἑκάστην μερίδα ἀπὸ παντὸς καὶ διὰ παντὸς καὶ ἐν τούτοις ἐπομνύμενοι τὸν θεῖον ὅρκον. † Αὐρήλιος Φοιβάμμων Τριαδέλφου ὁ προκείμενος ἐθέμην ταύτην τὴν τε διαίρεσιν ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. † Αὐρήλιος Κολλοῦθος Τριαδέλφου ὁ προκείμενος ἐθέμην ταύτην τὴν διαίρεσιν ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρηλίαι Ἐλισαβὲτ Τριαδέλφου καὶ Εὐδοξία ἡ ἀδελφὴ αὐτῆς παρόντος τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Χρήστου Βίκτορος αἱ προκείμεναι ἐθέμεθα ταύτην τὴν διαίρεσειν ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ ὠμόσαμεν τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Φιβίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Χρῆστος βίκτορος ἀνὴρ τῆς προκειμένης Εὐδοξίας σεσημείωμαι. † Αὐρήλιος Κωσταντίνος Ἰ̈ωάννου μαρτυρῶ τῇ διαιρέσι ἀκούσας παρὰ τῶν θεμένων καὶ πείθομαι ὡς πρόκειται. † Ψάϊς Ἀπολλῶτος πρεσβύτερος μαρτυρῶ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων . † Αὐρήλιος Φοιβάμμων Ἑρμαυῶτος μαρτυρῶ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. † Αὐρήλιος Κυρικὸς Μουσῆτος μαρτυρῶ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Μουσῆς Ἑρμαυῶτος ἰατρὸς μαρτυρῶ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. † ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου † [Fr1] εἰς νότον σὺν ἡμίσει μέρει[…] νεύοντος εἰς λίβα εἰς τὸν …[…] [Fr2] […] Φοιβάμμωνος ὑπὸ τὴν αὐτὴν αἴθραν πεσσός […]…[…]υ[…]υ ε… πυλῶνος ἀνδρεῶνος [Fr3] […]λ…[…]…[…]…[…]…[…] […] καὶ τῆς εἰρημένης ἐξαίθρας σὺν ἡμισείας […]…υ καὶ τὸ ἄλλο ἥμισυ τῆς πρὸς [Fr4] […] ἑκατέραν τῶν εἰρημένων θηλειῶν […]…[…]…[…]… τὴν αἴθραν τῆς αὐτῆς […]

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.