no image
DDbDP-text
Fragments of a deed of division of property (διαίρεσις) via HGV-meta
Linked by Trismegistos ID
TM 21425.
Each record below describes this same artifact or text from a different angle.
[FrA]
[…]ρ…λλ…[…]
[…]…θερος ἄνω· τὴν δὲ προκειμένην[…]
[…] τούτων εἶναι ἡμῖν κοιν[…]
καὶ ἐπὶ τῶν[…] ἡμῶν […]
εἰς ἀπηλιώτην εἰς τὴν κοινὴν παραδρομίδα […]
ε[…]κ…ε…κ… ἑκάστῳ ἡμῶν ἀπὸ τῆς προκειμένης[…]
[FrB]
τὸ ἑκάτερον μέρος ἐντεῦθεν ἔχειν τὴν πᾶσαν αὐτοῦ[…]
[…]…[…]οἰκοδομεῖν ἢ καὶ […]οικοδομεῖν καὶ παραπέμπειν[…]
[FrC]
καὶ χρήσασθαι καὶ …ρ… κατὰ τὸν δοκοῦντα αὐτῷ τρόπον[…][…]
καὶ βεβαιώσομεν ἀλλήλοις τὴν ἑκάστου μερίδα ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου, ὀμοσάμενοι[…]
τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ σωτηρίαν τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν τῆς οἰκουμένης Φλαουίου
Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωσταντίνης τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων ἐμμένειν
τῇ δυνάμει ταύτης τῆς ἐγγράφου διαιρέσεως ἀρραγοῦς οὔσης[…]καὶ
μηδὲν ὑπεναντίον πώποτε χωρεῖν τὰ προγεγραμμένα ς[…], εἰ δέ τις ἡμῶν
παραβαίη ταύτην τὴν διαίρεσιν, παρέξει ὁ μὴ ἐμμένων ταύτῃ τῇ διαιρέσει τῷ ἐμμένοντι χρυσοῦ
οὐγκίαν μίαν , γίνεται χρυσοῦ οὐγκια α, ἔργῳ καὶ δυνάμει ἀπαιτουμένην, πρὸς τὸ ταύτην τὴν διαίρεσιν ἰσχυρὰν εἶναι καὶ βεβαίαν πανταχοῦ προφερομένου, ἥνπερ τρισσὴν γράφεῖαν ἑκόντες καὶ πεπεισμένοι ἐθέμεθα
ἀλλήλοις ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης πάσης καὶ φόβου καὶ δόλου τινος[…]
μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρησάντων συνηθῶν μαρτύρων, και ὑπεθέμεθα
ἀλλήλοις εἰς τοῦτο πάντα τὰ νῦν ὄντα καὶ ἐσόμενα ἡμῖν πράγματα καὶ ἐφʼ ἅπαντα ἐπερωτηθέντες ὡμολογήσαμεν.
Αὐρήλιοι Ἰωσφις Δανιηλίου καί Βίκτωρ Ἀνουφίου[…]οἱ προκείμενοι
ἐθέμεθα ταύτην τὴν διαίρεσιν καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα, καὶ ὠμόσαμεν τὸν
ὅρκον ὡς πρόκειται. † Αὐρήλιος Βίκτωρ Ἰεζεκιηλίου ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. †
† Αὐρήλιος Φαῦστος Ψαχῶτος μαρτυρῶ ταύτῃ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. † †[…]
Ὡρουωγχίου σὺν Θεῷ ἐλάχιστος πρεσβύτερος μαρτυρῶ ταύτῃ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν
θεμένων. † Αὐρήλιος Προμαυῶς Ἰωάννου μαρτυρῶ ταύτῃ τῇ διαιρέσει ἀκούσας
παρὰ τῶν θεμένων. ☧ † Αὐρήλιος Μηνᾶς Ἀπολλῶτοςμαρτυρῶ ταύτῃ τῇ διαιρέσει ἀκούσας
παρὰ τῶν θεμένων ☧ † Αὐρήλιος Ἰωάννης Μ[…]μαρτυρῶ ταύτῃ τῇ διαιρέσει ἀκούσας
παρὰ τῶν θεμένων. † † Κωσταντῖνος Ἰ[…]μαρτυρῶ ταύτῃ τῇ
διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. †[…]μαρτυρῶ ταύτῃ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων.
† διʼ ἐμοῦ Φιλο[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.