no image
DDbDP-text
Contrat de divorce via HGV-meta
Linked by Trismegistos ID
TM 18908.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
τήνδε τὴν διαλυτικὴν ἔγγραφον ὁμολογίαν, δύναμιν ἔχουσαν
καὶ ῥεπουδίου, τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους ἑκόντες
καὶ πεπεισμένοι, ἐκ μὲν τοῦ ἑνὸς μέρους ΦλάυιοςΚαλλίνικος
υἱὸς Κολλούθου, νοτάριος τὴν τέχνην, ἐκ δὲ θατέρου μέρους
Αὐρηλία Κύρα θυγάτηρ Μηνᾶ, μητρὸς Μαριάμ, ἀμφότεροι
ὁρμώμενοι ἀπὸ τῆς Ἀντινοέων, καὶ ὁμολογοῦσιν ἀλλήλοις περὶ
τῶν ὑποτεταγμένων. ἐπειδὴ πρώην συνήφθησαν
ἀλλήλοις πρὸς νόμιμον γάμον, τὰ νῦν δέ, διαφορᾶς
αὐτοῖς γενομένης ἐκ σκαιοῦ δαίμονος ἐπιφθονήσαντος
τῷ κοινῷ αὐτῶν συνοικεσίῳ, ἀπεζύγησαν τῆς πρὸς
ἀλλήλους συμβιώσεως· καὶ κατὰ τοῦτο εἰς ταύτην ἐληλύθασιν
τὴν ἔγγραφον διαλυτικὴν ὁμολογίαν, δύναμιν ἔχουσαν
καὶ ῥεπουδίου, διʼ ἧς ὁμολογοῦσιν καὶ ὁμολογεῖ ἑκάτερον αὐτῶν
μέρος ἐσχηκέναι καὶ ἀπειληφέναι ἐκ πλήρους πάντα τὰ εἰσενεχθέντα παρʼ αὐτῶν κατὰ τὸν καιρὸν τῆς αὐτῶν συναφείας,
ἀπὸ πολυτελοῦς μέχρι εὐτελοῦς εἴδους καὶ ἀσσαρίου ἑνός ,
τοῦ δὲ λοιποῦ μηδένα λόγον ἔχειν μήτε ἕξειν ἑκάτερον μέρος
πρὸς τὸ ἕτερον μὴ περὶ ἕδνων μὴ περὶ προικὸς μὴ περὶ ἀναλωμάτων
γάμων μὴ περὶ σκευῶν ἢ εἰδῶν, μὴ περὶ ἄλλου οἵου δήποτε
πράγματος ἀνήκοντος τῷ κοινῷ αὐτῶν συνοικεσίῳ
τὸ σύνολον, μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, νοηθέντος
ἢ μὴ νοηθέντος, εἰς νοῦν ἐλθόντος ἢ μὴ ἐλθόντος, ἐνταγέντος
ἐν ταύτῃ τῇ διαλύσει ἢ μὴ ἐνταγέντος, ἀλλὰ καὶ ἐξεῖναι
ἑκατέρῳ μέρει ἑτέρῳ γάμῳ προσομιλεῖν εἰ βουληθείη ἀκωλύτως
καὶ ἀνεμποδίστως. περὶ δὲ Ἀναστασίου τοῦ τεχθέντος
ἐκ τοῦ κοινοῦ αὐτῶν συνοικεσίου, ἔδοξεν αὐτὸν εἶναι ἀνὰ μέσον
ἀμφοτέρων. καὶ ὅτι πάντα τὰ προγεγραμμένα φυλάξωσιν
βέβαια διὰ παντός, ἐπωμόσαντο τὴν ἁγίαν καὶ ὁμοούσιον
Τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου
ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, καὶ μετὰ τὸν ὅρκον αὖθις ὡμολόγησαν ἐμμένειν
διηνεκῶς ταύτῃ τῇ διαλύσει καὶ μὴ παραβῆναι τὸ σύνολον,
τοῦ παραβαίνοντος μέρους παρέχοντος τῷ ἐμμένοντι
μέρει, λόγῳ προστίμου, χρυσοῦ νομισμάτια τριάκοντα ἓξ
ἔργῳ ἀπαιτούμενα, μετὰ τοῦ καὶ οὕτως ἐρρῶσθαι ταύτην
τὴν διάλυσιν διὰ παντός, ἥνπερ ἔθεντο ἀλλήλοις
πρὸς ἀσφάλειαν, κυρίαν οὖσαν καὶ βεβαίαν. καὶ εἰς πάντα
ἐπερωτηθέντες ὡμολόγησαν, ὑποθέμενοι ἀλλήλοις ἐπὶ τούτοις πάντα
τὰ νῦν ὄντα καὶ ἐσόμενα αὐτοῖς πράγματα . Αὐρηλία Κύρα
θυγάτηρ Μηνᾶ ἡ προγεγραμμένη ἐθέμην ταύτην τὴν
διάλυσιν, καὶ ὤμοσα τὸν θεῖον ὅρκον, ἐπὶ τῷ προκειμένῳ
προστίμῳ, καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται.
Αὐρήλιος Χριστόφορος Βίκτορος ἀπὸ Ἀντινόου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῆς
γράμματα μὴ εἰδυίης. Μέγας Ψύρου υἱός, μαρτυρῶ ταύτῃ τῇ
διαλύσει ἀκούσας παρὰ τῶν θεμένων. † Αὐρήλιος Ζαχαρίας
Μηνᾶ υἱὸς, βοηθὸς ἀπὸ Ἀντινόου, μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας
παρὰ τῶν θεμένων. † Αὐρήλιος Πέτρος Κύρου, ἀπὸ Ἀντινόου,
μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων
διʼ ἐμοῦ Ἠλία συμβολαιογράφου ἐτελειώθηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.