no image
DDbDP-text
Contract of divorce via HGV-meta
Linked by Trismegistos ID
TM 19729.
Each record below describes this same artifact or text from a different angle.
† βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Ἐπεὶφ εἰκάδι πρώτῃ τρίτης ἰνδικτίονος,
ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ.
ταύτην τιθέμεθα καὶ ποιούμεθα πρὸς ἑαυτοὺς τὴν ἔγγραφον διάλυσιν ἤτοι δίεσιν
δισσὴν ὁμότυπον γραφεῖσαν ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Μαθίας υἱὸς
Φοιβάμμονος ἐκ μητρὸς Ἑλένης πολυκωπίτης, ἐκ δὲ θατέρου μέρους Αὐρηλία Κύρα
θυγάτηρ Ἰωάννου ἐκ μητρὸς Τανόης ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς Ἀντινοέων πόλεως.
ὁμολογοῦμεν ἀλλήλοις τὰ ὑποτεταγμένα ἐπειδὴ πρώην συνήφθημεν ἀλλήλοις πρὸς
ἐννόμου γάμου καὶ βίου κοινωνίαν ἐπὶ χρησταῖς ἐλπίσιν καὶ τέκνων σποραῖς, νῦν δὲ διαφορᾶς
ἡμῖν γενομένης ἐκ σκαιοῦ δαίμονος ἀπεζύγημεν πρὸς ἀλλήλους. κατὰ τοῦτο εἰς ταύτην
ἐληλύθαμεν πρὸς ἑαυτοὺς τὴν ἔγγραφον διάλυσιν. ὁμολογοῦμεν καὶ ὁμολογεῖ ἕκαστον
πρόσωπον ἀπειληφέναι τὰ ἴδια ἐκ πλήρους, μηδένα λόγον ἔχειν μήδε ἕξειν πρὸς ἀλλήλους
μὴ περὶ σκευῶν ἢ εἰδῶν, μὴ περὶ ἕδνων μὴ περὶ συνβιώσεως, μὴ περὶ ἄλλου οἱουδήποτε
πράγματος τὸ σύνολον μικροῦ ἢ μεγάλου, ἐγγράφου ἢ ἀγράφου, νοηθέντος ἢ μὴ νοηθέντος,
εἰς νοῦν ἐλθόντος ἢ μὴ ἐλθόντος, ἐνταγέντος ἢ μὴ ἐνταγέντος καὶ μὴ ἐγκαλεῖν ἀλλήλοις
μήτε ἐγκαλέσειν πώποτε μὴ ἐν δικαστηρίῳ οἱῳδήποτε ἢ ἐκτὸς δικαστηρίου διὰ τὸ ἁπαξαπλῶς ἡμᾶς ἀπηλλάχθαι καὶ πεπληρῶσθαι καὶ διαλελύσθαι πρὸς ἀλλήλους, ἐξεῖναι δὲ
ἑκατέρῳ ἡμῶν ἑτέρῳ γάμῳ προσομιλεῖν εἰ βουληθείη ἀκωλύτως καὶ ἀνεμποδίστως
καὶἀνεγκλήτως καὶ ἐπὶ τούτοις πᾶσι ἑκάτερον μέρος ἐπωμόσαντο τὸν φρικωδέστατον
ὅρκον ἐμμεῖναι πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ κατὰ μηδένα τρόπον παραβῆναι
καὶ εἴ τις ἐξ ἡμῶν παραβῆναι τὰ ἐγγεγραμμένα ὁμολογεῖ τὸ παραβαίνον μέρος
τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου χρυσοῦ νομισμάτια δύο ἔργῳ καὶ δυνάμει
ἀπαιτούμενα καὶ καταβαλλόμενα μετὰ τοῦ καὶ οὕτως ἐρρῶσθαι ταύτην τὴν
διάλυσιν διὰ παντὸς ἥνπερ ἐθέμεθα πρὸς ἀλλήλους κυρίαν οὖσαν καὶ
βεβαίαν καὶ εἰς πάντα ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔδοξεν δὲ καὶ μεταξὺ ἡμῶν
ὅτιεἰ σωθείηκαὶ τεχθείη τὸ βρέφος τὸ τῆς προγεγραμμένης Κύρας ἐπὶ τῷ τὸν
γεγραμμένον Μαθείαν πολυκωπίτην δοῦναι ὑπὲρ ἀναλώματος τῆς αὐτῆς λοχείας
αὐτῆς χρυσοῦ κεράτια ἓξ δίχα κρίσεως καὶ δίκης καὶ λαβεῖν τὸν πατέρα αὐτοῦ τὸ μικρὸν
παιδίον .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.