no image
DDbDP-text
Contrat de divorce via HGV-meta
Linked by Trismegistos ID
TM 18907.
Each record below describes this same artifact or text from a different angle.
† βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶνδεσπότου Φλαυΐου
Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου Αὐτοκράτορος ἔτους τρίτου,
Παχὼν δωδεκάτῃ, ἀρχῆς δευτέραςἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ.
Αὐρήλιος Μηνᾶς υἱὸς Ὡρουωγχίου, ἐκ μητρὸς Τσίας κραμπιτᾶς,
ἀπὸ τῆς Ἀντινοέων πόλεως, Αὐρηλίᾳ Μαρίᾳ θυγατρὶ Βίκτορος, τῇ συναφθείσῃ μοι ὡς εἴθε μήποτε γαμετῇ, ἀπὸ τῆς αὐτῆς πόλεως.
τόδε τὸ ῥεπούδιον τῆς ἀποζυγῆς τίθεμαί σοι καὶ διαπέμπομαι
ἐπὶ τοῖς ἐφεξῆς λόγοις· πρώην συνήφθην σοι πρὸς
γάμου
καὶ βίου κοινωνίαν ἐπὶ χρήσταις ἐλπίσιν καὶ τέκνων σπορᾷ,
οἰόμενος ἐκτελέσαι μετὰ σοῦ εἰρηνικὸν σεμνὸν συνοικέσιον,
ἔκ τε τῶν ἐναντίων οὐκ οἶδα πόθεν, ἔκ τινος φθόνου πονηροῦ
δαίμονος, ἀηδία τις σκληρωτάτη κατὰ μέσον ἡμῶν ἀμφοτέρων
ἐξεγένετο καὶ ἐπεμβρίσατο ἡμᾶς ἀποχωρισθῆναι ἀπʼ ἀλλήλων τοῦ
κοινοῦ ἡμῶν συνοικεσίου, καὶ μηκέτι ἡμᾶς συνδιαιτᾶσθαι
ἀλλήλοις ἐπὶ τὸν διηνεκῆ χρόνον. κατὰ τοῦτο ὁμολογῶ ἐγὼ
ὁ προγεγραμμένος Μηνᾶς, διὰ ταύτης μου τῆς ἐγγράφου διαλύσεως
ἤτοι διαίσεως, μηδένα τοῦ λοιποῦ λόγον ἔχειν μήτε ἕξειν πρὸς σὲ
ἀπεντεῦθεν ἤδη περὶ οἵου δήποτε πράγματος ἐγγράφου ἢ ἀγράφου, μήτε
περὶ γάμων μήτε περὶ ἕδνων μητε περὶ ἀναλωμάτων
γάμων μήτε μὴν περὶ προικὸς ἢ οἵων δήποτε οἰκοσκευῶν συνεισενηνεγμένων ἀλλήλοις παρʼ ἀλλήλων,
διὰ τὸ ἐμὲ ὑφὲν ἐφʼ ἅπασι ἀπηλλάχθαι καὶ διαλελῦσθαι πρὸς
σέ, καὶ διὰ τὸ σὲ πρὸς ἐμὲ ἐν ἅπασι· καὶ οὐκ ἐξεῖναί μοι κρίνειν
κατὰ σοῦ ἐν δικαστηρίοις ἢ ἐκτὸς δικαστηρίων, μικροῦ
ἢ μεγάλου, περὶ οὐδένος τὸ σύνολον, καὶ ἐξεῖναι ἑκατέρῳ
μέρει ἡμῶν ἑτέρῳ γάμῳ προσομιλῆσαι, διὰ τὸ ἀμφοτέρους
ἡμᾶς τοῦτο τὸ ῥεπούδιον πρὸς ἀλλήλους διαπέμψασθαι.
καὶ εἰ συμβαίη τινα ἐξ ἡμῶν παραβῆναι ταῦτα τὰ προγεγραμμένα καὶ
ἐπεξελθεῖν κατὰ τοῦ ἑτέρου περὶ οἵου δήποτε πράγματος, παρέξει
τὸ παραβαῖνον μέρος τῷ ἐμμένοντι χρυσοῦ νομίσματα ἓξζυγῷ
δημοσίῳ Ἀντινόου, ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα, καὶ καταβαλλόμενα ἀμάχως
δίχα κρίσεως καὶ δίκης καὶ οἵας δήποτε εὑρησιλογίας καὶ τὸ
γράμμα τούτου τοῦ ῥεπουδίου ἐθέμεθα πρὸς ἀλλήλους
δισσὸν γραφέν, καὶ ἐξεδόμεθα μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶνὑπογραφομένων
καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. † Αὐρήλιος Μηνᾶς υἱὸς Ὡρουωγχίου κραμπιτᾶς,
ὁ προγεγραμμένος, ἐθέμην τοῦτο τὸ ῥεπούδιον τῆς διαλύσεως
ταύτης ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις ἐπὶ τῷ προστίμῳ ὡς πρόκειται. †Αὐρήλιος
Μαγίστωρ Ὡρουωγχίου ἀπὸ Ἀντινόου, ἀξιωθείς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος,
παρόντος καὶ εἰπόντος μοι κατὰ πρόσωπον ὡς πρόκειται. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.