no image
DDbDP-text
Contrat via HGV-meta
Linked by Trismegistos ID
TM 18976.
Each record below describes this same artifact or text from a different angle.
χμγ
…
ὑπατείας Φλαυίου Σενάτορος τοῦ λαμπροτάτου
vac. Τῦβι β ὀγδόης ἰνδικτίονος
τῇ κοινότητι τῶν πρωτοκωμητῶν καὶ συντελεστῶν καὶ κτητόρων κώμης
Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, τὸ κοινὸν τῶν ποιμένων καὶ
ἀγροφυλάκων τῆς αὐτῆς κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ, διʼ ἡμῶν
Αὐρηλίων Φοιβάμμωνος υἱοῦ Ἑρμαούωτος Ψακ[…]ις καὶ Ψενθαησίου Μουσαίου Πανπετ
καὶ Ἀνούφιου υἱοῦ Ἀβρααμίου Παχωμίου καὶ Ἑρμαούωτος Ἰωσηφίου Πλοκ καὶ Ἑρμαούωτος
Ψεντουωρίου καὶ Βίκτορος Ψαίου Καλεουακις καὶ Πανουβε Ἑρμαούωτος καὶ Βίκτορος
Ψαίου Σιμοῦς καὶ Ἀπολλῶτος Ἀβρααμίου Πλοκ καὶ Βίκτορος Ἑρμαούωτος καὶ Βίκτορος Πρωμάωτος
καὶ Πάλωτος Παπηοῦτος καὶ Οὐερσενουφίου τοῦ καὶ Πνωτε ἐκ πατρὸς Ἡρακλείου, χαίρειν.
ἔθος ἐστὶ εἰώθαμεν ἐκ πατέρων ἡμῶν καὶ προγόνων ἐκτελέσαι παραφυλακὴν
ὅλων κτημάτων πάσης τῆς αὐτῆς κώμης Ἀφροδίτης περὶ ἀπελασίαν ζῴων καὶ
ἑτέρων σκευῶν ἐν τοῖς εἰρημένοις κτήμασι· ἀκριβῶς δὲ μαθόντες
ὥστε καὶ ἡμεῖς πάντες τῶν προτεταγμένων ἐκτελέσωμεν τὴν αὐτὴν παραφυλακήν,
καὶ εἰς ταύτην τὴν ὁμολογίαν τιθέμενοι πειθαρχοῦντες, διʼ ἧς
ὁμολογοῦντες ἑκόντες καὶ πεπεισμένοι ἑτοίμως ἔχομεν τὴν αὐτὴν
πᾶσαν παραφυλακὴν ποιήσομεν ἀόκνως καὶ ἀκαταγνώστως πάντων κτημάτων
διακειμένων καὶ περικύκλοθεν πάσας πεδιάδας τῶν τῆς αὐτῆς κώμης Ἀφροδίτης
πρὸς τὰ ἀρχαῖα ὅρια μεταξὺ τῶν συνημμένων τῆς ἡμῶν κώμης κωμῶν,
πρὸς τὸ μὴ βλαβῆναι ὁ δημόσιος λόγος, ἐπὶ τὸν χρόνον τῆς ἡμῶν ζωῆς
ἀπὸ τῆς σήμερον τῆς προγεγραμμένης, ἥτις ἐστὶ μηνὸς Τῦβι δευτέρα δευτερη
παρούσης ὀγδόης ἰνδικτίονος, εἰς τὸ ἑξῆς τῆς αὐτῆς ἡμῶν ζωῆς, καὶ μὴ εὑρηθείη τε
οἱανδήποτε βλάβην ἀπὸ τῶν αὐτῶν κτημάτων, μήτε περὶ ζῴων καὶ
θρεμμάτων καὶ γεωργικῶν ἐργαλιδίων καὶ ἄλλων σκευῶν ἀπὸ τιμίου
ἕως ἀτιμίου, ἐπὶ δὲ τοῖς αὐτοῖς κτήμασι τῆς εἰρημένης κώμης καὶ τοῦ τῆς
ταύτης ὄρου πρὸς τὰ τεταγμένα ἀρχαῖα ὅρια· εἰ δὲ βλάβην γένηται ἐκ τῶν κτημάτων
τῶν προτεταγμένων, ἑτοίμως ἔχομεν οἱ προγεγραμμένοι ἀνυπερθέτως
οἴκοθεν ἐπιγιγνώσκειν τῇ ὑμῶν σεβασμιότητι ἐκ πλήρους, λημψομένων δὲ
ὑπὲρ λόγου ἡμῶν μισθοῦ παρά τε τῆς ὑμῶν θαυμασιότητος καὶ παρὰ τῶν συντελεστῶν
καὶ ἄλλων ὄντων ἐν τοῖς πεδιάδοις τῆς εἰρημένης κώμης ἑκάστῳ τόπῳ,
σίτου ἀρτάβας τρεῖς καὶ οἴνου κολοβὸν ἕν· μέντοι γε τὴν αὐτὴν βλάβην ἐπιγνωσόμεθα
ὡς προείπομεν ἰδίῳ ἡμῶν κινδύνῳ καὶ τῶν ἡμῶν πραγμάτων. καὶ εἰς ἀσφάλειαν
ἐθέμεθα ταύτην τὴν ὁμολογίαν ὀμνύοντες τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐφʼ
ὑπογραφῆς ἐμῆς Φοιβάμμωνος καὶ τῶν ὑπὲρ ἄλλων ὑπογραφόντων· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν
Αὐρήλιος Φοιβάμμων Ἑρμαύωτος ὁ προκείμενος ἐθέμην ταύτην τὴν ὁμολογίαν ὡς πρόκειται.
Αὐρήλιοι Ψενθαῆσις Μουσαίου καὶ Ἀνοῦφις Ἀβρααμίου Παχωμίου καὶ Ἑρμαύως Ἰωσηφίου
καὶ Ἑρμαύως Ψεντουωρίου καὶ Βίκτωρ Ψαΐου καὶ Πανουβε Ἑρμαύωτος ποιμένες καὶ ἀγροφύλακες οἱ προκείμενοι ἐθέμεθα ταύτην τὴν ὁμολογίαν καὶ ὠμόσαμεν τὸν θεῖον ὅρκον
ὡς πρόκειται, καὶ στοιχούμεθα πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Ἰωάννης Βησκούιτος
διάκονος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιοι Βίκτωρ Ψαίου
Σιμοῦς, καὶ Ἀπολλὼς Ἀβρααμίου καὶ Βίκτωρ Ἑρμαύωτος καὶ Βίκτωρ Προμαύωτος
καὶ Πάλως Παπηοῦτος καὶ Οὐερσενούφις ὁ καὶ Πνωτε ἐκ πατρὸς Ἡρακλείου, ποιμένες
καὶ ἀγροφύλακες οἱ προκείμενοι ἐθέμεθα ταύτην τὴν ὁμολογίαν καὶ ὠμόσαμεν τὸν
θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἀβραὰμ Βίκτορος ἀξιωθεὶς ἔγραψα ὑπὲρ
αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Ἰωάννης Ἡρακλείδου μαρτυρῶ
τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Μουσαῖος Ψιμανωβετ
μαρτυρῶ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἑρμαύως Βόττου μαρτυρῶ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων.
ἐγράφη διʼ ἐμοῦ Ἰσακίου νομικοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.