no image
DDbDP-text
Lease of Land via APIS-papyrus
Linked by Trismegistos ID
TM 37326.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
…
ἀλλήλοις τὰ ἑξῆς ὑπογεγραμμένα. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος
Φοιβάμμων Τριαδέλφου κτήτωρ διδόναι τὴν συντέλειαν ὑπὲρ τοῦ
ὑπογεγραμμένου κτήματος τοῦ αὐτοῦ ἁγίου μοναστηρίου καλουμένου Ψεντουσῆτος διακειμένου
ἐν τῇ λιβικῇ πεδιάδι τῆς αὐτῆς κώμης κλήρου Τχιοῦτος ἐκ λιβὸς τοῦ ἐμοῦ κτήματος
λεγομένου τῶν βαφέων τῷ δικαίῳ τοῦ προειρημένου ἁγίου μοναστηρίου
τοῦ ἄβα Σουροῦτος διὰ τοῦ θεοφιλεστάτου Κολλουχίου μονάζοντος καὶ προεστῶτος
διὰ σοῦ τοῦ εὐλαβεστάτου Ἰωάννου Σαμουηλίου πρεσβυτέρου καὶ διοικητοῦ ἐν σίτῳ
καὶ χρυσικοῖς καὶ ναύλοις καὶ παντοίοις ἀννωνιακοῖς τίτλοις
πρὸς τὴν ἀπογραφὴν τοῦ δημοσίου κώδικος τοῦ τῆς λογίας μνήμης
Ἰωάννου ἀπογενομένου σχολαστικοῦ καὶ κηνσίτορος εἰ οὕτω τύχοι
ἑτέραν μέτρησιν ἐν τῷ Ἀνταιοπολιτικῷ νομῷ ἀρξάμενος ἀπὸ καρπῶν
τῆς εὐτυχοῦς ἐσομένης σὺν θεῷ πεντεκαιδεκάτης ἰνδικτίονος καὶ αὐτῆς
καὶ τοῦ ἑξῆς χρόνου εἰς τὸ παντελῶς μετὰ τὴν συντέλειαν τοῦ προγεγραμμένου
κτήματος ὥστε ἐμὲ διδόναι ὑμῖν καθʼ ἕκαστον ἐνιαυτὸν σίτου
καθαροῦ ἀρτάβας εἴκοσι μέτρῳ ὑμῶν φορικῷ καὶ οἴνου γλεύκους
ἄγγια πεντήκοντα ἀπὸ ἑξαξέστων ἑκάστου ἀγγίου, τὰ δὲ κοῦφα διδόμενα
παρὰ ὑμῶν, γίνονται σίτου ἀρτάβαι κ καὶ οἴνου ἄγγια ν μόνα, τὸν μὲν σίτον ἐν τῷ καιρῷ τῆς ἁλωνίας,
τὸν δὲ οἶνον ἐν τῷ καιρῷ τῆς τρύγης. εἰ δὲ ἐπιχειρήσειέν τις ἐξ ἡμῶν
παραβῆναι καὶ μὴ ἐμμεῖναι ταύτῃ τῇ αἰωνίᾳ καὶ ἐγγράφῳ ὁμολογίᾳ
παρέξει ὁ μὴ ἐμμένον μέρος τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου
ἐξ ἐπερωτήσεως καὶ παραβάσεως χρυσοῦ ὀγγίας τρεῖς ἔργῳ καὶ δυνάμει
ἀπαιτούμενα μετὰ καὶ τοῦ ταύτην τὴν ἔγγραφον ὁμολογίαν κυρίαν
οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην ἥνπερ δισσὴν
γραφεῖσαν ὁμότυπον ἐθέμεθα ὑποθέμενοι ἀλλήλοις εἰς πάντα τὰ
προγεγραμμένα καὶ εἰς τὴν ἀπαίτησιν τοῦ προγεγραμμένου προστίμου
τὰ ὑπάρχοντα τοῦ προωνομασμένου μοναστηρίου καὶ τὰ ὑπάρχοντα
τοῦ προγεγραμμένου Φοιβάμμωνος κινητὰ τε καὶ ἀκίνητα
καὶ αὐτοκίνητα ἐν παντὶ εἴδει καὶ γένει ἐνεχύρου λόγῳ
καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα
ἐπερωτήσαντες ἀλλήλους καὶ παρʼ ἀλλήλων ἐπερωτηθέντες
ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ἐμμένειν διηνεκῶς εἰς πέρας ἄγειν ὡμολογήσαμεν μεθʼ ὑπογραφῆς ἡμῶν
καὶ τῶν ἑξῆς συνηθῶν μαρτύρων. ☧ ☧ ☧ ☧ τὸ προκείμενον δίκαιον τοῦ
ἁγίου μοναστηρίου ἄπα Σουροῦτος διὰ τοῦ θεοφιλεστάτου Κολλουχίου μονάζοντος
καὶ προεστῶτος τοῦ αὐτοῦ ἁγίου μοναστηρίου διʼ ἐμοῦ Ἰωάννου Σαμουηλίου
πρεσβυτέρου καὶ διακόνου τοῦ προκειμένου ἐθέμην ταύτην τὴν ὁμολογίαν καὶ
στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται καὶ ὑπογράψας
χειρὶ ἐμῇ ἐξ ἐπιτροπῆς τοῦ προκειμένου προεστῶτος. † † ☧ Αὐρήλιος Φοιβάμμων Τριαδέλφου ὁ προγεγραμμένος
ἐθέμην ταύτην τὴν ὁμολογίαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα
ὡς πρόκειται καὶ ὑπογράψας καὶ ἀναγνοὺς ἀπέλυσα ☧ ☧ Βίκτωρ
Φοιβάμμωνος πρεσβύτερος τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἄπα Μουσαίου
μαρτυρῶ ταύτῃ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων ☧ μαρτυρῶ δὲ
ὅτι ἤκουσα παρὰ τοῦ προγεγραμμένου προεστῶτος ἐπιτρέποντος
τὸν εὐλαβέστατον Ἰωάννην πρεσβύτερον ποιήσειν ταύτην τὴν ὁμολογίαν. ☧ Δαυεῖδ Ἀνδρέου
ἀναγνώστης τῆς αὐτῆς ἁγίας καθολικῆς ἐκκλησίας μαρτυρῶ ταύτῃ τῇ ὁμολογίᾳ ἀκούσας
παρὰ τῶν θεμένων ☧ μαρτυρῶ δὲ ὅτι ἤκουσα παρὰ τοῦ προγεγραμμένου προεστῶτος ἐπιτρέποντος Ἰωάννην τὸν εὐλαβέστατον πρεσβύτερον ποιήσειν ταύτην τὴν
ὁμολογίαν. ☧ Ἰωάννης Προμαῶτος ἀναγνώστης τοῦ ἁγίου τόπου ἄπα Προμαῶτος
μάρτυρος μαρτυρῶ ταύτῃ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων
μαρτυρῶ δὲ ὅτι ἤκουσα παρὰ τοῦ προγεγραμμένου προεστῶτος ἐπιτρέποντος Ἰωάννην εὐλαβέστατον πρεσβύτερον ποιήσειν ταύτην τήν ὁμολογίαν
Αὐρήλιος Ἰωάννης Κυριακοῦ μαρτυρῶ ταύτῃ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.