Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.brem.23
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
παρὰ Ἱερακίωνος γραμματέως πόλεως. διάταξις παραφυλακῆς πλατειῶν καὶ ῥυμῶν τῶν οὐσῶνὀντῶν ἐν τῇ μητροπόλει· ἀπὸ ῥύμης βαλανείου γυναικῶν μέχρι οἰκίας Φανάιτος Σισόιτος οὔσης ἐν λαύρᾳ Ὀννώφριος ἐλαιοπώλου οἰκίαι ρκγ διὰ Ἀνταίου Ἡλιοδώρου ἄρχοντος καὶ Πααρετῶτος Παχιρου καὶ Ἑργέως νεωτέρου Θοτσύτμιος εὐσχημόνων καὶ ἀπὸ οἰκίας Ὀρσενούφιος Ταπαώιτος μέχρι πλατείας Πύλης οἰκίαι ρκϛ διʼ Ἐσμίνιος Ἁρπτουόμθου ἄρχοντος καὶ Ὀννώφριος νεωτέρου Σενπουόνσιος καὶ Παχομψάιτος Σπαγιήτους εὐσχημόνων καὶ ἀπὸ δρόμου Ἴσιδος Ψενπαοῦτος μέχρι Ἑρμαίου καὶ οἰκίας Ἁρποκράτου Ἀφροδισίου Πανκολλαύθου οἰκίαι ρκθ διὰ Ἀφροδισίου Οὐενώφριος ἄρχοντος καὶ Παχομπαῶτος Πετεήσιος καὶ φριος νεωτέρου Ψεαθύριος εὐσχημόνων καὶ ἀπὸ οἰκίας ου Παυώφιος καὶ οἰκίας Ψεαθύριος Πανκολλαύθου μέχρι οἰκίας ρτος Ἀρχιβίου καὶ ἐπιστρέψας εἰς τὸν νότον ἀπὸ οἰκίας Ὀννώφριος ριος Παχομβήκιος μέχρι οἰκίας Παχομψάιτος νεωτέρου Ψεαθύριος ἱερέως οἰκίαι ρλ διὰ Ἱερακίωνος Ψενοσίριος ἄρχοντος καὶ Πετοσίριος Ἁρτβῶτος καὶ Παχούμιος νεωτέρου Ψεαθύριος εὐσχημόνων καὶ ἀπὸ ῥύμης Πετεμενουω μέχρι οἰκίας Φατρῆτος Πετεήσιος Πιθάρμου καὶ ἐπιστρέψας εἰς πλατεῖαν Σκυτέων μέχρι ῥύμης οὔσης ἀπὸ λιβὸς ἱεροῦ οἰκίαι ρκη διὰ Βήκιος Πυτδεως ἄρχοντος καὶ Σαραπᾶτος ῶτος καὶ Πανγορσαύιος Παχομψάιτος εὐσχημόνων καὶ ἀπὸ τοῦ Σεραπίου μέχρι ῥύμης Ὀρσενούπιος Πετοσίριος καὶ οἰκίας Χαιρᾶτος ζωγράφου οἰκίαι ρκθ διὰ Παχομῶτος Ἱερακίωνος ἄρχοντος καὶ Φμουλιλοῦτος Σηιᾶτος καὶ Πανγορσαύιος Ψάχιος εὐσχημόνων καὶ ἀπὸ οἰκίας Πεπαῆτος μέχρι πλατείας φερού σης εἰς Ζβεχθῆι οἰκίαι ρκθ διὰ Παντβεύιος Ψενθώτου ἄρχοντος καὶ Ψεα θύριος Ψενοσίριος καὶ Πναήτιος Η εὐσχημόνων καὶ ἀπὸ δρόμου Ἀπόλλωνος καὶ Ἀφροδείτης θεῶν μεγίστων μέχρι τοῦ κωμαστηρίου οἰκίαι ρλβ διὰ Ἀνταίου Ψενταρψάιτος ἄρχοντος καὶ Ἁσιῆτος Κολλουτχήμιος πρεσβυτέρου καὶ Πετειμούθου Μιύσιος εὐσχημόνων. Ζβεχθῆι ὁμοίως· ἀπὸ δρόμου Ἀφροδείτης θεᾶς μεγίστης καλουμένης Ταζβῆτος βορινοῦ μέρους μέχρι πλατείας υἱῶν Παχύμιος Παανούφιος οἰκίαι ρκδ διὰ Παχομψάιτος Πανθώφιος ἄρχοντος καὶ Παχομψάιτος Παπεθοῦτος καὶ Πετειμούθου Ψε νενούφιος εὐσχημόνων καὶ ἀπὸ ῥύμης Λουκίου ἁλιέως εἰς τὸν νότον καὶ ἀπηλιώτην μέχρι πέρατοςπερας Ζβεχθῆι οἰκίαι ρκγ διὰ Ψεαθύριος νεωτέρου Ψενοσίριος ἄρχοντος καὶ Ἱερακίωνος Ἀρτεμιδώρου καὶ Ἁρτβῶτος εὐσχημόνων γίνονται ἐπὶ τὸ αὐτὸ οἰκίαι Ασογ. ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Ἁθὺρ ια.Cross-references (3)
- TM-Text 19608 primary
- DDbDP-Text p.brem;;23 tier-1
- HGV-Text 19608 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.