no image
DDbDP-text
Eine Liste (γραφή) über Priester und Tempelinventar via HGV-meta
Linked by Trismegistos ID
TM 14138.
Each record below describes this same artifact or text from a different angle.
τῷ δεῖνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ψοσνέως αλοῦτος πρεσβυτέρου ἱερέων Σοκνοκόννεως θεοῦ μεγίστου καὶ Ἀμμωνίου Πέτεως πρεσβυτέρου ἱερέων Σοκνοβραίσεως θεοῦ μεγίστου ἀμφο τέρων ἱερέων ἱερῶν τῶν ὄντων ἐν κώμῃ Βακχιά δι. γραφὴ ἱερέων καὶ χειρισμοῦ τῶν ὄντων ἐν τοῖς ἱεροῖς τοῦ ἐνεστῶτος ια ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. ἔστι δὲ τῶν ἐν ἱερῷ Σοκνοκόννεως ναὸς ξύλινος περικεχρυσωμένος καὶ Πνεφερῶτος ναὸς ξύλινος περικεχρυσωμένος· λυχνίαι χαλκαῖ σαλπιγγωταὶ ιε· ποτήρια χαλκᾶ ι· θυμιατήριον χαλκοῦν α· σαλπίγγια χαλκᾶ β ἔχοντα ἕκαστον φύλλα χαλκᾶ ζ· δίσκοι ξύλινοι β περικεχρυσωμένοι· χαλκίον χαλκοῦν α. ἔστι δὲ καὶ τῶν ἱερέων τὸ κατʼ ἄνδρα ἐπικεκριμένων ἐπὶ δραχμαῖς ιβ καὶ διαγραψάντων τὸ εἰσκριτικόνἰσκριτικόν· ἐτῶν μγ ου ἐτῶν μα Ψεναμοῦνις ἐτῶν πζ Ψεναμοῦνις Πνεφερῶτος ἐτῶν οδ Ψενανοῦπις ἀπάτωρ μητρὸς Πνεφερῶτος ἐτῶν να Ψεναμοῦνις Ὀννώφρεως ἐτῶν οθ Πετεῆσις Ὥρου ἐτῶν ξζ Ψεναμοῦνις Ὀννώφρεως ἐτῶν λζ ις Ὀννώφρεως ἐτῶν ξα Πετεσοῦχον Ὀννώφρεως ἐτῶν νη Ὀννῶφρις Ψεναμούνεως ἐτῶν μγ ἔστι δὲ ἐν ἱερῷ Σοκνοβράσιος ναὸς Σοκνοβράσιος ξύλινος περικεχρυσωμένος καὶ Πνεφερῶτος ξύλινος περικεχρυ σωμένος· λυχνεῖαι χαλκαῖ σαλπιγγωταὶ ιε· θυμιατήριον χαλκοῦν α· σαλπίγγια ξύλινα β ἔχοντα ἕκαστον φύλλα χαλκᾶ ζ· δίσκοι ξύλινοι περικεχρυσωμένοι β· χαλ κίον χαλκοῦν· σαλπίγγια χαλκᾶ β· ἔστι δὲ καὶ τῶν ἱερέων τὸ κατʼ ἄνδρα πάντων ἐπικεκριμένων ἐπὶ δραχμαῖς ιβ καὶ διαγραψάντων τὸ εἰσκριτικἰσκριτικόν· Σισόις Ὀρσενούφεως ἐτῶν λγ Ὀρσενοῦφις Ὥρου ἐτῶν μ Πετεῦρις Πετεύριος ἐτῶν μα Πετεῦρις Πετεύριος ἐτῶν μϛ Πετεῦρις Μύσθου ἐτῶν νδ Ὀρσενοῦφις Αἴνους ἐτῶν ξδ Πετεῦρις Ὥρου ἐτῶν ξθ Μύσθης ἀπάτωρ μητρὸς Ταορσε νούφεως ἐτῶν κα Πετσεῖρις Πετσείριος ἐτῶν ξθ Πετεῦρις Ὀρσενούφιος ἐτῶν ξα Ὀρσενοῦφις Ὀρσενούφιος ἐτῶν ξδ Πετεσοῦχος ἀδελφὸς ἐτῶν ξθ Πετεῦρις Πετεύριος ἐτῶν ἐτῶν κβ τὰς δὲ ὑποκειμένας ἡμῖνἡμεῖν παρὰ τῶν δημοσίων καὶ οὐσιακῶν γεωργῶν τῆς κώμης ἀρτάβας ϛ ὑπὲρ ὧν διαγράφομεν εἰς τὸ δημόσιον χοίνικας λ οὐκ ἐδέησεν ἡμᾶς ἀπαιτῆσαι διὰ τὸ ἐνπεριληφθῆναι τοῖς ἀπὸ τῆς κώμης πενταφυλ λεμησίας τὸ προκείμενον κε φάλαιον. τὰς δὲ λυχναψίας τοῦ ἱεροῦ ἐκ τοῦ ἰδίου ποιούμεθα. λαογραφούμεθα δὲ καὶ τελοῦμεν τὰ χωμα τικὰ ἔργα καὶ γεωργοῦμεν δημοσίαν γῆν. Ψοσνεῦς ἐτῶν ν οὐλὴ ποδὶ δεξιῷ Ἀμμώνιος ἐτῶν κθ οὐλὴ γόνατι δεξιῷ εἰκονίσθη φαμένων μὴ εἰδέναι γράμματα διʼ Ἡρω νομογράφου ἔτους ια Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ιηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.