Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

cpr.15.1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον ἀποστασίου συγγραφῆς Αἰγυπτίας Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους κη Θὼθ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ τάδε λέγουσιν ἱερόδουλος Σούχου Σαταβοῦς Πετεσούχου καὶ Παποῦς Πετεσούχου, γίνονται σώματα δύο , οἱ δύο λέγοντες ἐξ ἑνὸς στόματος νεβοάπι ῥισῆι γήτου νεφερσάτι Σαταβοῦτι Ἑριέωςριεως νεωτέρουνεωτερωι μητρὸς ΣαταβοῦτοςΣαταβούτου· ἀφιστάμεθα ἀπὸ τῆς ὑπαρχούσης ἡμῖν οἰκίας ἥ ἐστιν μυλαῖον ᾠκοδομημένης ἐστεγασμένης τεθυρωμένης διστέγου καὶ τὰ τούτου ὅλμοι λίθινοι ἥ ἐστιν ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους κώμης Σούχου Σοκνοπαίου Νήσου θεοῦ μεγάλου ἥ ἐστιν ἐκ τοῦ πρὸς βορρᾶ μέρους τῆς Μοίριος διώρυγος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ μέτρα τῆς προκειμένης σου οἰκίας ἥ ἐστιν μυλαῖον γείτονες τῆς σημαινομένης σου οἰκίας ἥ ἐστιν μυλαῖον νότου γυναικὸς Θασῆτος καὶ τῆς ἀδελφῆς οἰκία λιβὸς γυναικὸς Σεγάθιος οἰκία ἀπηλιώτου γυναικὸς Θαήσιος καὶ τῆς ἀδελφῆς Θαυβάστιος οἰκία ὡς σὲ ς τῆς προκειμένης οἰκίας ἥ ἐστιν μυλαῖον ἀκολούθως ᾗ πεποίηταί σοι ὁ πρεσβύτερος ἡμῶν ἀδελφὸς πράσειπράσι καὶ ἀποστασίου καὶ τῶι πατρί σου Ἑριγεῖ νεωτέρωι Παώπιος μητρὸς Τεσενούφιος τῶι ιζ ἔτει Καίσαρος καὶ νῦν ἀμφότεροι πεποιήμεθαπεποήμεθα τὴν συγγραφὴν ἀποοτασίου καὶ οὐδεὶς ἡμῖνἡμεῖν καταλείπεται τῶι καθόλου ἁπλῶς μένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ οὐκ ἐξέσται ἡμῖνἡμεῖν οὐδʼ ἄλλωι οὐδενὶ ἁπλῶς κυριεύειν αὐτῶν πλὴν σοῦ ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον. ἐὰν δὲ πατὴρ ἢ μήτηρ ἢ ἀδελφὸς ἢ ἀδελφὴ ἢ υἱὸς ἢ θυγάτηρ ἢ παντὸς τῶι καθόλου ἐὰν δέ τις ἐπέλθηι ἐπὶ σὲ περὶ αὐτῶν ἐκστήσομεν αὐτὸν ἀπὸ σοῦ, ἐὰν δὲ μὴ ἐξιστῶμεν ἐκστήσομεν αὐτὸν ἀπὸ σοῦ ἐπάναγκον ἀνεπιεικὲς καὶ βεβαιώσομέν σοι αὐτὰ ἀπό τε συγγραφῶν πασῶν καὶ συναλλαγμάτων πάντων καὶ παντὸς εἴδους ἐν παντὶ χρόνῳ ἐξ ὧν περιγίνεται ἡμῖνἡμεῖν δίκαιον ἀπʼ αὐτῶν. ἐὰν δὲ τίς σοι ὅρκος ἢ ἐπίδειξιςἐπίδιξις προβληθῆι ὥστε σε συντελέσασθαι περὶ αὐτῶν ποιήσομεν ἔγραψεν νομογράφος καὶ πρὸς τῶι χαραγμῶι κώμης Σούχου τῆς Σοκνοπαίου Νήσου ἀντίγραφον ὑπογραφῆς Αἰγυπτίας Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. Σαταβοῦς Πετεσούχου ασω καὶ ὁμολογῶ συμπεπεῖσθαι ἀδελφὸς καὶ οὐθέν σοι ἐγκαλῶἐνκαλῶι καὶ συνευδοκῶσυνευδοκῶι τοῖς προκειμένοις ὡς προγέγραπται ἀντίγραφον ἄλλης ὑπογραφῆς. ὁ δεῖνα τοῦ δεῖνος τοῦ ἐπικαλουμένου Καμῆτος σὺν τοῖς ἄλλοις ὁμολογῶ πεπρακέν αι καὶ ἀφίστασθαι ἀπὸ τῆς ὑπαρχούσης ἡμῖν οἰκίας ἥ ἐστιν μυλαῖον καὶ τὰ ἄλλα ποιήσω ὡς προγέγραπται καὶ ἐπιτέταχα τῶι πρὸς τῶι γραφείωι χαράξαι ἀντίγραφον χαραγμοῦ ἑλληνικοῖς γράμμασι. ἔτους κη Καίσαρος Θὼθ ἀναγέγραπται διὰ νομογράφου καὶ συναλλαγματογράφου Σοκνοπαίου Νήσου. ν αισμ ν

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.