Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.9.555_556dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Καισαρείου κα ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Πνεφερῶς ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ πήχειπήχι ἀριστερῷ ὑπτίωι καὶ Ψενοβάστις ὡς ἐτῶν τριάκοντα τριῶν οὐλὴ πήχειπήχι δεξιῶι ἀμφότεροι Σαταβοῦτος διηρῆσ θαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γεωργοῦσι περὶ Πατ σῶντιν βασιλικῆς γῆς ἀρουρῶν ἐννέα ἡμίσους ὀγδόου ἑκκαιδεκάτου τετρακαιεξηκοστοῦ καὶ τῆς Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους καὶ ἐπανειρῆσθαι τὸν μὲναὐτὸν Πνεφερῶν εἰς τὸ ἐπιβάλ λον αὐτῶι μέρος βασιλικῆς γῆς ἀρούρας τρεῖς ἥμισυ καὶ τὰς τῆς Ἀνθιανῆς οὐσίας ἀρούρας δύο ἥμισυ ἀφʼ ὧν εἰσιν ἐν τῶι Στρατηγικῷ ἄρουραι δύο καὶ ἐν τῇ εἰσόδῳ αἱ τῆς Ἀνθιανῆς οὐσίας ἄρουραι δύο ἥμισυ καὶ ἐν τῇ Τατνούει ἀρούρης ἥμισυ προσγειτνιῶν Κάστορι Φανομγέως καὶ ἐν τοῖς Γεείνοις ἀρούρης ἥμισυ τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἀρούρης τέταρτον κοινὸν καὶ ἀδιαίρετον πρὸς Ἀπίωνα Φάσιος· τὸν δὲ Ψενοβάστιν εἰς τὸ καὶ αὐτῷ ἐπιβά λλον μέρος βασιλικῆς γῆς ἀρούρας ἓξ ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν ἀφʼ ὧν εἰσιν ἐν τῇ τῶν ἹππέωνἹπέων κοιλάδι ἄρουραἀρουραν μία τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἄρουραι τρεῖς καὶ ὑπὸ τὴν καινὴν διώρυγα ἄρουρα μία καὶ ἐν τῆι Τατνούει ἀρούρης ἥμισυ τέταρ τον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν ξδ καὶ μετρήσειν τὰ κατʼ ἔτος ἐκφόρια καὶ φόρε τραφόλετρα καὶ τὰ ἄλλα ἐξακολουθοῦντα καὶ λήμψεσθαι τὰ σπέρματα ὧν ἕκαστος ἐπανείρη ται ἀρουρῶντοῦ καὶ τῷ πλείῳ προσγραφέντος τῇ γεωργίᾳ ἀποδώσουσι ἀμφότεροι ἐξ ἴσου καὶ ὁ παραβὰς ἀποτισάτω τῷ ἐμμένοντι ἢ ἐμμενοῦντιἐμμενο͂ντι τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον μένειν τὰ προγεγραμμένα καὶ τὰ διωμολογη μένα κύρια καθὼς πρόκειται. ὑπογραφεῖς τοῦ Πνεφερῶτος Ἥρων Σατύρου ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ μετώπῳ μέσῳοὐλὴ μετώπῳ ἐκ δεξιῶν Πνεφερῶς Σαταβοῦτος ὁμολογῶι διειρῆσθαι πρὸς τὸν ἀδελφόν μου Ψενο βάστιν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γεωργοῦμεν περὶ Πατσο͂ντιν ἀρουρῶν ἐννέα ἡμίσους ὀγδόου ἑκκαιδεκάτου τετρακαιεξηκοστοῦ καὶ Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους καὶ ἐπανειρῆσθαι εἰς τὸ ἐπιβάλλον μοι μέρος βασιλικῆς γῆς ἀρούρας τρεῖς ἥμισυ καὶ Ἀνθιανῆς οὐσίας ἀρούρας δύο ἥμισυ ἀφʼ ὧν εἰσιν ἐν τῷ Στρατηγικῷ ἄρουραι δύο καὶ ἐν τῇ εἰσόδῳ αἱ τῆς Ἀνθιανῆς οὐσίας ἄρουραι δύο ἥμισυ καὶ ἐν τῇ Τατνούει ἀρούρης ἥμισυ προσγειτνιῶνπροσγιτνιῶν Κάστορει Φανομγέως καὶ ἐν τοῖς Γεείνοις ἀρούρης ἥμισυ τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἀρούρης τέταρτον κοινὸν καὶ ἀδιαίρετον πρὸς Ἀπίωνα Φάσιος καὶ ἀποδώσωι τὰ ἐκφόρια καὶ φόρετρα καὶ τὰ ἄλλα ἐξακολουθοῦντα καὶ λήμψομαι τὰ σπέρματα ὧν ἐπανείρημαι ἀρουρῶντοῦ καὶ τῷ πλείῳ προσγραφέντος ἐδαφονι ἀποδώσω τὰ ἐκφόρια καὶ τὰ ἄλλα ἐξακολουθοῦντα κατὰ ἥμισυ μέρος καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων Σατύρου μὴ εἰδότος γράμματα. Ψενοβάστις Σαταβοῦτος ὁμολογῶ διειρῆσθαι πρὸς τὸν ἀδελφόν μου Πνεφερῶν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γε ωργοῦμεν περὶ Πατσῶντιν βασιλικῆς γῆς ἀρουρῶν ἐννέα ἡμίσους ὀγδόου ἑκκαιδε κάτου τετρακαιεξηκοστοῦ καὶ Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους καὶ ἐπανείρημαι βα σιλικῆς γῆς ἀρούρας ἓξ ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν ἀφʼ ὧν εἰσιν ἐν τῇ τῶν ἹππέωνἹπέων κοιλάδι ἄρουρα μία τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἄρουραι τρεῖς καὶ ὑπὸ τὴν καινὴν διώρυγα ἄρουρα μία καὶ ἐν τῆι Τατνούει ἀρούρης ἥμισυ τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἐσοῦρις Ἐσούρεως μὴ εἰδότος γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.