no image
DDbDP-text
(Déclarations de recensement de Thelbonthon Siphtha) via HGV-meta
Census declaration of four brothers from Thelbonthon Siphtha. A census declaration submitted in AD 174 to Apion, royal scribe of the Prosopite nome, by four brothers, sons of Petos, of the village of Thelbonthon Siphtha. They register their jointly owned house and plots and list the 17 members of their households with ages and identifying marks. machine translation
Linked by Trismegistos ID
TM 16047.
Each record below describes this same artifact or text from a different angle.
ϙθ
Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου
παρὰ Παντβεῦτος Πετῶτος
καὶ Τιθοεννήσιος καὶ Ἁροννήσιος
καὶ Φαλακρήους τῶν δ ἀπὸ Θελβόνθον Σίφθα. ἀπογραφόμεθα κατὰ τὰ
ὑπὸ Καλουεισίου Στατιανοῦ
τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς
γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντα ἡμῖν ἐν τῇ κώμῃ
οἰκίαν καὶ ψιλοὺς τόπους Παντβεῦτος καὶ
Τιθοεννήσιος καὶ Φαλακρήους
καὶ Ἁροννήσιος τῶν δ Πετῶτος
Πνεφερῶτος ἐν ᾗ
Παντβεῦς Πετῶτος Πνεφερῶτος
μητρὸς Θαειήους Ψεναμούνιος
ἐτῶν μθ ἄσημος,
Θερῶς Ἀμμωνίου Ἡφαιστίωνος
μητρὸς Ταφιβίχιος ἡ γυνὴ ἐτῶν κα,
Πετῶς Παντβεῦτος μητρὸς Θαψάθιος
Πετῶτος ἐτῶν ι λευκῷ ὀφθαλμῷ,
Ἀμμώνιος ὁ ἀδελφὸς μητρὸς Θερῶτος
ἐτῶν ε ἄσημος,
Ταφιβῖχις ἡ ἀδελφὴ τῶν αὐτῶν γονέων
ἐτῶν δ,
Θαειῆς ἄλλη ἀδελφὴ ἐτῶν β,
Τιθοεννῆσις Πετῶτος μητρὸς
Θαειήους ἐτῶν μδ ἄσημος,
Σεραθῆς ἡ ἀδελφὴ καὶ γυνὴ ἐτῶν μ,
Θερῶς ἡ ἐξ ἀμφοτέρων θυγάτηρ
ἐτῶν ιβ,
Θαψᾶθις ἡ ἀδελφὴ τῶν αὐτῶν
γονέων ἐτῶν η,
Φαλακρῆς Πετῶτος Πνεφερῶτος
μητρὸς Θαειήους Ψεναμούνιος
ἐτῶν λ ἄσημος,
Τααρτῦσις Σαίφιος Πνεφεροντιθοήους μητρὸς Ἀχιλλίδος
ἡ γυνὴ ἐτῶν λ,
Νουᾶτις ἡ θυγάτηρ μητρὸς Θερμούθιος Πνεφερῶτος ἐτῶν ε,
Ἁροννῆσις Πετῶτος
Πνεφερῶτος μητρὸς Θαειήους
Ψεναμούνιος ἐτῶν κα ἄσημος,
Θανιβῖχις Ἑρπαήσιος μητρὸς
Θσεναμούνιος ἡ γυνὴ ἐτῶν ιθ,
Ἑρπαῆσις ἐξ ἀμφοτέρων γονέων
ἐτῶν β ἄσημος,
Θσεναμοῦνις ἡ ἀδελφὴ τῶν αὐτῶν
γονέων ἔτους α.
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ Ἀρμενιακοῦ
Μηδικοῦ Παρθικοῦ
Γερμανικοῦ Μεγίστου,
Ἐπεὶφ κε.
Παντβεῦς Πετῶτος Πνεφερῶτος καὶ οἱ ἀδελφοὶ
ἐπιδεδώκαμεν ὡς πρόκειται. Ἱερακίων
Παντβεῦτος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.
διʼ Ἁρποκ σελίδος μβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.