no image
DDbDP-text
(Déclaration de recensement de Thelbonthon Siphtha) via HGV-meta
Census return of Pantbeus son of Hartysis and family. A census return submitted in AD 174 to Apion, royal scribe of the Prosopite nome, by Pantbeus son of Hartysis and female relatives of the village of Thelbonthon Siphtha. It declares two inherited houses and empty plots and lists the household members with their ages. machine translation
Linked by Trismegistos ID
TM 16050.
Each record below describes this same artifact or text from a different angle.
ρβ
Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου
παρὰ Παντβεῦτος Ἁρτύσιος Πνεφεροτιθοήους
καὶ Στοήτιος τῆς ἀδελφῆς καὶ Θαπήιος καὶ
Θανιβήχιος ἀμφοτέρων Πεεβῶτος. ἀπογραφόμεθα
κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ
τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα
εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην
κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντα ἡμῖν
ἐν τῇ κώμῃ οἰκίας β καὶ κολλήματος ἄλλου ψιλοὺς τόπους
Πεεβῶτος καὶ Παντβεῦτος ἀμφοτέρων Ἁρτύσιος
Πνεφεροτιθοήους πρότερον τοῦ πατρὸς
ἐν ᾗ
Παντβεῦς Ἁρτύσιος Πνεφεροτιθοήους
μητρὸς Θσεντιθοήους Πνεφεροτιθοήους ἐτῶν μ ἄσημος,
Πνεφεροτιθοῆς Παντβεῦτος μητρὸς
Στοήτιος Πνεφεροτιθοήους ἐτῶν ιϛ ἄσημος,
Θαπῆις Πεεβῶτος Πνεφερῶτος μητρὸς
Ἱερακιαίνης Ἰαρφίχιος ἐτῶν ιγ.
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ
Παρθικοῦ Γερμανικοῦ Μεγίστου,
Ἐπεὶφ κε.
Παντβεῦς Ἁρτύσιος
ἐπιδέδωκα
ὡς πρόκειται.
διʼ Ἁρποκ σελίδος μβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.