no image
DDbDP-text
(Déclarations de recensement de Thelbonthon Siphtha) via HGV-meta
Census return of two sisters from Thelbonthon Siphtha. A census return submitted to Apion, royal scribe of the Prosopite nome, by two sisters, Therothbechis and Therobasthis of Thelbonthon Siphtha. They declare the houses and vacant plots inherited from their father and list the household members: their brother Athas, themselves, and two slaves. Dated 19 July 174 AD. machine translation
Linked by Trismegistos ID
TM 16040.
Each record below describes this same artifact or text from a different angle.
ϙβ
Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου
παρὰ Θεροθβήχιος καὶ Θεροβάσθιος ἀμφοτέρων Πετεήσιος
τοῦ καὶ ἈθᾶτοςἩφαιστίωνος ἀπὸ Θελβόνθον.
ἀπογραφόμεθα κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου
ἡγεμόνος προστεταγμένα εἰς
τὴν ἐπʼ ἀγαθοῖςγεινομένην κατʼ οἰκίαν
ἀπογραφὴν τὰ ὑπάρχοντα ἡμῖν
ἐν τῇ κώμῃ Θελβόνθον Σίφθα
οἰκίαν καὶ ψιλοὺς τόπους Πετεήσιος
τοῦ καὶ Ἀθᾶτος Ἡφαιστίωνος μητρὸς Τααρτύσιος
Πνεφερῶτος καὶ ἀπὸ τῆς
ἐχομένης οἰκίας ψιλοὺς τόπους
πρότερον Θομπαῦτος Πνεφερο
Φαλοῦτος ἐν ᾗ
Ἀθᾶς Πετεήσιος τοῦ καὶ
Ἀθᾶτος Ἡφαιστίωνος μητρὸς
Τααρτύσιος Πνεφερῶτος ἐτῶν νϛ
παραμονῆς,
Θεροθβῆχις ἡ ἀδελφὴ τῶν αὐτῶν
γονέων ἐτῶν μδ,
Θεροβάσθις ἄλλη ἀδελφὴ τῶν αὐτῶν
γονέων ἐτῶν μη,
Ἄρειος μητρὸς Θερμουθίου
δοῦλος ἐτῶν κη ἄσημος,
Παθερμοῦθις μητρὸς
Θαυβαροῦτος δοῦλος
τῶν αὐτῶν ἐτῶν ιη,
καὶ οἰκίαν
καὶ ψιλὸν τόπον Πνεφερῶτος
Τιθοήους καὶ Πετεήσιος τοῦ καὶ Ἀθᾶτος Ἡφαιστίωνος νυνὶ ὄντα
ψιλὸν τόπον καὶ ἀπὸ βορρᾶ
τούτου ἄλλον ψιλὸν τόπον
πήχεων ψ.
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ Ἀρμενιακοῦ
Μηδικοῦ Παρθικοῦ
Γερμανιακοῦ Μεγίστου,
Ἐπεὶφ κε.
Θεροθβῆχις καὶ Θεροβάσθις
αἱ προγεγραμμέναι ἐπιδεδώκαμενὡς
πρόκειται. Πετῶς Πετσῖριος ἔγραψα ὑπὲρ αὐτῶν μὴ
εἰδυιῶν γράμματα.
διʼ Ἁρποκ σελίδος μβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.