Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.goodsp.15
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ὑπατείας Μαμερτίου καὶ Εὐουιτταυ τῶν λαμπροτάτων. Αὐρηλίοις Νίλῳ ΓενναδίουΓενναδίω καὶ Θεοδώρῳ ΚωμασίουΚωμασίω ῥιπαρίοις νομοῦ ἙρμοπολίτουἙρμοπολείτου, παρὰ Αὐρηλίας Εὐτὸς Φίβιος ἀπὸ ἐποικίουἐποικου Παπλώου τοῦ αὐτοῦ ἙρμοπολίτουἙρμοπολείτου νομοῦ· τὰ τετολμημένα εἰς ἐμὲ ἐν τοιαύτῃ πρυτανευομένῃ εἰρήνῃειρην τοῦ δεσπότου ἡμῶν βασιλέως Φλαουίου Ἰουλιανοῦ αἰωνίου ΑὐγούστουἈγούστου οὐ χρὴ ἀνεκδίκητα περιοφθῆναι. ἐπεὶἐπὶ τοίνυν κέκτημαι ἔπαυλιν κατʼ ἔγγραφονἔνγραφον ἀσφάλειαν ἐπὶ τῆς αὐτῆς κώμης πρὸ ιϛ ἐνιαυτῶν καὶ ἐκ βορρᾶ τῆς αὐτῆς ἐπαύλεως ἐώνημαιαἰώνημαι ψιλὸν τόπον σὺν ἐνόντι φρέατιφρέατος παρὰ Τασοῦτος μητρὸςμήτηρ Ταυρίνου ἐπὶ τοῦ αὐτοῦ χρόνου, καὶ τῆς ἐπαύλεως καὶ τοῦ ψιλοῦ τόπου ἔσχον νομὴν ἐπὶ τοῦ αὐτοῦ χρόνου ἅμα ταῖςτε͂ς πράσεσι, τὴν οἰκοδομὴν πεποίημαι τοῦ ψιλοῦ τόπου καὶ τοῦ λάκκου κεχωσμένου τὴν ἀναβολὴν πεποίημαι καὶ τὸν ποτισμὸν ἐποίουν ἀπὸ τοῦ φρέατοςφρέατοις τοῖς βοικοῖςβοεικοῖς μου κτήνεσικτησει μέχρις τοῦ παρελθόντος ἐνιαυτοῦ· καὶ πάντες γινώσκουσι οἱ ἀπὸ τῆς κώμης τὸ τῆς δεσποτείας καὶ τὸ τῆς νομῆς. νῦν δὲ ἠρξάμην τὴν οἰκοδομὴν ποιήσασθαι τοῦ πεπτωκότος τοίχου. οὐκ οἶδʼοὐκοῦν ὅπως Ἴσακις Ἀμμωνίωνος καὶ ἡ αὐτοῦ ἀδελφὴ Ταπίωμις καὶ Ἑλένη Πανίτιος καὶ Ἑλένη γυνὴ Πετερσῶτος καὶ Ταενς ἐπῆλθόνἐπῆλθάν μοι βουλόμενοι τέλεον με ἀνελεῖνἀναιλεῖν ὥσπερ ἐπαγγέλλονταίἐπανγέλλονταί μοι καθʼ ἕκαστα, εἰ μὴ ἔτυχον βοήθειαν, καὶ Τάησιν καὶ τὴν ταύτης ἀδελφὴν ΣοφίανΣοφείαν· τὴν μὲν Τάησιν βαρέαν οὖσαν ἐκ τῶν πληγῶν αὐτῶν ἐξέτρω σανἐξέτρωσεν τὸ βρέφος τὴν δὲ Σοφίαν τὸ ὄνυδινἐνώτιονὀνύδινὄνυδιν αὐτῆς ἀφήρπασαν, καὶ νῦν παρʼ αὐτοῖς ἐστιν· καὶ τὸν τοῖχον κατέβαλανκατάβαλαν τοῦ ψιλοῦ τόπου τυραννικῷ τρόπῳ, βουλόμενοι ἀφαρπάσαι παρʼ ἐμοῦ τὰ οἰκόπεδα καὶ τὴν ἐν συνπτώσει οἰκίανοἰκείαν τῆς μητρός μου ἔγγισταἔνγιστα τῆς ἐπαύλεως ἐχούσηςἔχουσανἐχουσα μετὰ χεῖρας τὰς πράσειςπράσις· καὶ ἐφανέρωσα τῇ μονῇ καὶ τῷ βοηθῷ τοῦ πραιποσίτου. θαρρῶν ὁ αὐτὸς Ἴσακις τοῖς χρήμασι αὐτοῦ καὶ τῷτοῦ πλούτῳπλούτου βούλεταί μεμαι ἐξελάσαι ἀπὸ τῆς κώμης ὥσπερ τὸν πατέραπατέραν τῶν παιδίωνπεδίων μου ἐφυγάδευσεν καὶ νῦν ἐν ἀλλοδαπαῖςἀλλοδαπε͂ς τὴν διατριβὴν ποιούμενονποιουμενος, σήμερον δὲ ὑπὲρ ἀρουρῶν πεντήκοντα ἀβροχίστου τελῶ. ἐποφθαλμιάσαςἐξοφθαλμιάσας ὁ ἐγγεγραμμένοςἐνγεγραμμένος τοῖς ἐμοῖς καμάτοις ὥσπερ πολλοὺς ἀπὸ τῆς κώμης διὰ τὸτὴν τῶν χρημάτων σθένοςστήνος· ὅθεν μὴ δυναμένη ἀφησυχάζειν τρόπῳ μηδενὶτρο ἠπείχθηνἠπίχθην ἐπιδοῦναι τῇ ὑμῶν εὐσεβείᾳ τάδεταῦτα τὰ βιβλία ἀξιοῦσα τ φροντίδι τὴν λύειν τῶν επευτῳν οεν τοις α διευτυχεῖτεδιευτυχεῖται εὐτυχεῖτεεὐτυχεῖταιCross-references (3)
- TM-Text 22648 primary
- DDbDP-Text p.cair.goodsp;;15 tier-1
- HGV-Text 22648 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.