Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.joerdens.29
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρηλίῳ Ἰσίωνι προπολιτευομένῳ πραιποσίτῳ η πάγου νομοῦ Ἀρσινοΐτου παρὰ Αὐρηλίου Ζωΐλου Μέλανος διάκονος τῆς καθολικῆς ἐκκλησίας ἀπὸ κώμης ΘεαδελφείαςΘεαδελφίας τοῦ ὑπὸ σὲσαὶ πάγου. οἱ τὸν ἀναιδῆἀναδῆ καὶ λῃστρικὸν βίον ἐπανῃρημένοι, καθαρώτατε τῶν ἀνδρῶν, δεῖνταιδῖντε τῆς τῶν νόμων ἐπεξε λεύσεως τυχεῖν. ἔτι περιόντος τοῦ μακαρίτου μου υἱοῦ Γεροντίου τοὔνομα συνῆλθεν, ὡς εἴθε μήποτε, πρὸς γάμουγάμω κοινωνίαν γυναικὶ Νόννᾳ θυγατρὶ Ἀννοῦτος ἀπὸ τῆς αὐτῆς κώμης, νομίζων εὔνοιανεὔενοιαν καὶ στοργὴν ἀποσῴζεινἀποσῴζιν πρὸς τὴν συμβίωσιν, ἡ δὲ τοὐναντία διεπράξατο· τοῦ γὰρ προκειμένουπροκιμένου μου υἱοῦ νόσῳ κατακλιθέντος καὶ μέλλον τος τὸ χρεὼν τοῦ βίου ἀποδιδόναιἀποδιδόνε, οὐκ οἶδ’ ὅπως Σακαών τις τοὔνομα ἀπὸ τῆς αὐτῆς κώμης ἦθος λῃστρικὸν ἀναλαβόμενος ἐπιστὰς διήρπαξεν τὴν γυναῖκα τοῦ αὐτοῦ μου υἱοῦ καὶ προκειμένηνπροκιμένην Νόνναν καὶ ταύτην ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ οἰκίαν οὐ δεόντως καὶ παρὰ πάντας τοὺς νόμους, συνεργοὺς ἐσχηκὼς τῆς τηλικαύτης παρανομίας τοὺς ἑαυτοῦ ἀδελφοὺς καὶ τὴν μητέρα τῆς παιδὸς καὶ προκιμένην Ἀννοῦν. ἀλλὰ πάραυτα τοῦ αὐτοῦ μου υἱοῦ τελευτήσαντος ἐβουλόμην τότε τῇ τῶν νόμων ἀκολουθίᾳ χρήσασθαι περὶ οὗ ἐτόλμησαν ῥιψοκινδύνου πράγματος καὶ δὴ εἶξα τὸν ἀπράγμονα βίον ἀσκῶν. ἀλλ’ οὐκ οἶδα τίνι λόγῳ νῦν τοῦ ἑτέρου μου υἱοῦ Πανι τοὔνομα θεωρήσαντος τὸν ἑαυτοῦ πάππον ὑβριζόμενονὑβριζόμενων ὑπὸ τῶν αὐτῶν παγκακίστωνπανκακίστων ἀνδρῶν καὶ προκειμένωνπροκιμένων αἰσθηθὶςἐσθηθὶς ἀπήν τησεν ἐκεῖσεἐκεῖσαι καὶ δικαιολ πρὸς αὐτοὺς περὶ τούτου, οἱ δὲ πάλιν ἐκ τῶν ἐναντίων ἦθος παγκάκιστονπανκάκιστον καὶ ἀπονοίας μεστὸν ἀναλαβόμενοι ἐπελθόντες καὶ αὐτῷ μετὰ πελεκῶν καὶ ῥοπάλων ἐβούλοντο αὐτὸν καὶ τοῦ ζῆν αὐτὸν ἀνελεῖνἀνελῖν· εἰ μὴ γὰρ τύχης ἔργον γεγένηται, τοῦ φυγῇ αὐτὸν τὴν ζωοποιΐανσωοποΐαν ποιήσασθαι, πάλαιπάλε ἂν καὶ τοῦ ζῆν αὐτὸν ἀνεῖλονἀνῖλον, καταφρονήσαντες τῆς τῶν καιρῶν εὐνομίας καὶ τῆς ἡμετέρας ἀπραγμοσύνης. ἐπεὶἐπὶ τοίνυν καὶ ἅπερ εἶχαν ἐν μισθώσειμισθώσι οἱ αὐτοί μου υἱοὶ πρόβατα πεντακόσια καὶ βόας ὀκτὼ καὶ ὀνικὰ τετράποδα πέντεπεντα ἀφήρπαξαν καὶ διεσπάθησαν, κἀγὼ αὐτὸς ὁ ἄθλιος ἀναγκάζομαι ὑπὸ τῶν δεσποτῶν ταῦτα ἀποδοῦναι, διά τοι τοῦτο τάδε τὰ βιβλία ἐπιδίδωμι τῇ σῇ ἐμμελείᾳ ἀξιῶν ἀχθῆναι αὐτοὺς ἐπὶ σοί, καὶ πρῶτον μὲν οὗ ἐτόλμησαν παρανόμου καὶ ῥιψοκινδύνου πράγματος ἐκδικίας τυχεῖν, ἔπειτα ἐπαναγκασθῆναι αὐτοὺς τὴν τῶν προειρημένων τετραπόδων ποιήσασθαι· εἰ δὲ μή, ἐκπέμπεσθαι αὐτοὺς εἰς τὸ μέγα δικαστήριον τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος τῆς ΑὐγουστοποταμίαςΑὐστοποταμίας Φλαουΐου Ὀλυμπίου, ὅπως ἡ δέουσα ἐπιστρέφεια προχωρήσῃ κατ’ αὐτῶν. διευτύχει. ὑπατείας Φουρίου Πλακίδου καὶ Φλαουΐου Ῥωμύλλου τῶν λαμπροτάτων, Φαρμουθι ια. Αὐρήλιος Ζωΐλος ἐπιδέδωκα. Αὐρήλιος ιου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Cross-references (3)
- TM-Text 989185 primary
- DDbDP-Text p.joerdens;;29 tier-1
- HGV-Text 989185 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.