Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.cair.goodsp.15 362Hermopolis

Complaint of Aurelia via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 22648. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείας Μαμερτίου καὶ Εὐουιτταυ τῶν λαμπροτάτων. Αὐρηλίοις Νίλῳ Γενναδίου καὶ Θεοδώρῳ Κωμασίου ῥιπαρίοις νομοῦ Ἑρμοπολίτου, παρὰ Αὐρηλίας Εὐτὸς Φίβιος ἀπὸ ἐποικίου Παπλώου τοῦ αὐτοῦ Ἑρμοπολίτου νομοῦ· τὰ τετολμημένα εἰς ἐμὲ ἐν τοιαύτῃ πρυτανευομένῃ εἰρήνῃ τοῦ δεσπότου ἡμῶν βασιλέως Φλαουίου Ἰουλιανοῦ αἰωνίου Αὐγούστου οὐ χρὴ ἀνεκδίκητα περιοφθῆναι. ἐπεὶ τοίνυν κέκτημαι ἔπαυλιν κατʼ ἔγγραφον ἀσφάλειαν ἐπὶ τῆς αὐτῆς κώμης πρὸ ιϛ ἐνιαυτῶν καὶ ἐκ βορρᾶ τῆς αὐτῆς ἐπαύλεως ἐώνημαι ψιλὸν τόπον σὺν ἐνόντι φρέατι παρὰ Τασοῦτος μητρὸς Ταυρίνου ἐπὶ τοῦ αὐτοῦ χρόνου, καὶ τῆς ἐπαύλεως καὶ τοῦ ψιλοῦ τόπου ἔσχον νομὴν ἐπὶ τοῦ αὐτοῦ χρόνου ἅμα ταῖς πράσεσι, τὴν οἰκοδομὴν πεποίημαι τοῦ ψιλοῦ τόπου καὶ τοῦ λάκκου κεχωσμένου τὴν ἀναβολὴν πεποίημαι καὶ τὸν ποτισμὸν ἐποίουν ἀπὸ τοῦ φρέατος τοῖς βοικοῖς μουκτήνεσι μέχρις τοῦ παρελθόντος ἐνιαυτοῦ· καὶ πάντες γινώσκουσι οἱ ἀπὸ τῆς κώμης τὸ τῆς δεσποτείας καὶ τὸ τῆς νομῆς. νῦν δὲ ἠρξάμην τὴν οἰκοδομὴν ποιήσασθαι τοῦ πεπτωκότος τοίχου. οὐκ οἶδʼ ὅπως Ἴσακις Ἀμμωνίωνος καὶ ἡ αὐτοῦ ἀδελφὴ Ταπίωμις καὶ Ἑλένη Πανίτιος καὶ Ἑλένη γυνὴ Πετερσῶτος καὶ Τα[…]…εν…ς ἐπῆλθόν μοι βουλόμενοι τέλεον με ἀνελεῖν ὥσπερ ἐπαγγέλλονταί μοι καθʼ ἕκαστα, εἰ μὴ ἔτυχον βοήθειαν, καὶ Τάησιν καὶ τὴν ταύτης ἀδελφὴν Σοφίαν· τὴν μὲν Τάησιν βαρέαν οὖσαν ἐκ τῶν πληγῶν αὐτῶν ἐξέτρωσαν τὸ βρέφος τὴν δὲ Σοφίαν τὸ ὄνυδιν αὐτῆς ἀφήρπασαν, καὶ νῦν παρʼ αὐτοῖς ἐστιν· καὶ τὸν τοῖχον κατέβαλαν τοῦ ψιλοῦ τόπου τυραννικῷ τρόπῳ, βουλόμενοι ἀφαρπάσαι παρʼ ἐμοῦ τὰ οἰκόπεδα καὶ τὴν ἐν συνπτώσει οἰκίαν τῆς μητρός μου ἔγγιστα τῆς ἐπαύλεως ἐχούσης μετὰ χεῖρας τὰς πράσεις· καὶ ἐφανέρωσα τῇ μονῇ καὶ τῷ βοηθῷ τοῦ πραιποσίτου. θαρρῶν ὁ αὐτὸς Ἴσακις τοῖς χρήμασι αὐτοῦ καὶ τῷ πλούτῳ βούλεταί με ἐξελάσαι ἀπὸ τῆς κώμης ὥσπερ τὸν πατέρα τῶν παιδίων μου ἐφυγάδευσεν καὶ νῦν ἐν ἀλλοδαπαῖς τὴν διατριβὴν ποιούμενον, σήμερον δὲ ὑπὲρ ἀρουρῶν πεντήκοντα ἀβροχίστου τελῶ. ἐποφθαλμιάσας ὁ ἐγγεγραμμένος τοῖς ἐμοῖς καμάτοις ὥσπερ πολλοὺς …[…]… […] ἀπὸ τῆς κώμης διὰ τὸ τῶν χρημάτων σθένος· ὅθεν μὴ δυναμένη ἀφησυχάζειν τρόπῳ μηδενὶ ἠπείχθην ἐπιδοῦναι τῇ ὑμῶν εὐσεβείᾳ τάδε τὰ βιβλία ἀξιοῦσα τ…[…] φροντίδι τὴν […]…λύειν τῶν […]ε[…]πευτῳν ο[…]…εν τοις […]α[…] διευτυχεῖτε

Connections

Found at Hermopolis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.