Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.joerdens.29

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλίῳ Ἰσίωνι προπολιτευομένῳ πραιποσίτῳ η πάγου νομοῦ Ἀρσινοΐτου παρὰ Αὐρηλίου Ζωΐλου Μέλανος διάκονος τῆς καθολικῆς ἐκκλησίας ἀπὸ κώμης Θεαδελφείας τοῦ ὑπὸ σὲ πάγου. οἱ τὸν ἀναιδῆ καὶ λῃστρικὸν βίον ἐπανῃρημένοι, καθαρώτατε τῶν ἀνδρῶν, δεῖνται τῆς τῶν νόμων ἐπεξελεύσεως τυχεῖν. ἔτι περιόντος τοῦ μακαρίτου μου υἱοῦ Γεροντίου τοὔνομα συνῆλθεν, ὡς εἴθε μήποτε, πρὸς γάμου κοινωνίαν γυναικὶ Νόννᾳ θυγατρὶ Ἀννοῦτος ἀπὸ τῆς αὐτῆς κώμης, νομίζων εὔνοιαν καὶ στοργὴν ἀποσῴζειν πρὸς τὴν συμβίωσιν, ἡ δὲ τοὐναντία διεπράξατο· τοῦ γὰρ προκειμένου μου υἱοῦ νόσῳ κατακλιθέντος καὶ μέλλοντος τὸ χρεὼν τοῦ βίου ἀποδιδόναι, οὐκ οἶδ’ ὅπως Σακαών τις τοὔνομα ἀπὸ τῆς αὐτῆς κώμης ἦθος λῃστρικὸν ἀναλαβόμενος ἐπιστὰς διήρπαξεν τὴν γυναῖκα τοῦ αὐτοῦ μου υἱοῦ καὶ προκειμένην Νόνναν καὶ ταύτην ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ οἰκίαν οὐ δεόντως καὶ παρὰ πάντας τοὺς νόμους, συνεργοὺς ἐσχηκὼς τῆς τηλικαύτης παρανομίας τοὺς ἑαυτοῦ ἀδελφοὺς καὶ τὴν μητέρα τῆς παιδὸς καὶ προκιμένην Ἀννοῦν. ἀλλὰ πάραυτα τοῦ αὐτοῦ μου υἱοῦ τελευτήσαντος ἐβουλόμην τότε τῇ τῶν νόμων ἀκολουθίᾳ χρήσασθαι περὶ οὗ ἐτόλμησαν ῥιψοκινδύνου πράγματος καὶ δὴ εἶξα τὸν ἀπράγμονα βίον ἀσκῶν. ἀλλ’ οὐκ οἶδα τίνι λόγῳ νῦν τοῦ ἑτέρου μου υἱοῦ Πανι τοὔνομα θεωρήσαντος τὸν ἑαυτοῦ πάππον ὑβριζόμενον ὑπὸ τῶν αὐτῶν παγκακίστων ἀνδρῶν καὶ προκειμένων αἰσθηθὶς ἀπήντησεν ἐκεῖσε καὶ δικαιολ… πρὸς αὐτοὺς περὶ τούτου, οἱ δὲ πάλιν ἐκ τῶν ἐναντίων ἦθος παγκάκιστον καὶ ἀπονοίας μεστὸν ἀναλαβόμενοι ἐπελθόντες καὶ αὐτῷ μετὰ πελεκῶν καὶ ῥοπάλων ἐβούλοντο αὐτὸν καὶ τοῦ ζῆν ἀνελεῖν· εἰ μὴ γὰρ τύχης ἔργον γεγένηται, τοῦ φυγῇ αὐτὸν τὴν ζωοποιΐαν ποιήσασθαι, πάλαι ἂν καὶ τοῦ ζῆν αὐτὸν ἀνεῖλον, καταφρονήσαντες τῆς τῶν καιρῶν εὐνομίας καὶ τῆς ἡμετέρας ἀπραγμοσύνης. ἐπεὶ τοίνυν καὶ ἅπερ εἶχαν ἐν μισθώσει οἱ αὐτοί μου υἱοὶ πρόβατα πεντακόσια καὶ βόας ὀκτὼ καὶ ὀνικὰ τετράποδα πέντε ἀφήρπαξαν καὶ διεσπάθησαν, κἀγὼ αὐτὸς ὁ ἄθλιος ἀναγκάζομαι ὑπὸ τῶν δεσποτῶν ταῦτα ἀποδοῦναι, διά τοι τοῦτο τάδε τὰ βιβλία ἐπιδίδωμι τῇ σῇ ἐμμελείᾳ ἀξιῶν ἀχθῆναι αὐτοὺς ἐπὶ σοί, καὶ πρῶτον μὲν οὗ ἐτόλμησαν παρανόμου καὶ ῥιψοκινδύνου πράγματος ἐκδικίας τυχεῖν, ἔπειτα ἐπαναγκασθῆναι αὐτοὺς τὴν τῶν προειρημένων τετραπόδων ποιήσασθαι· εἰ δὲ μή, ἐκπέμπεσθαι αὐτοὺς εἰς τὸ μέγα δικαστήριον τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος τῆς Αὐγουστοποταμίας Φλαουΐου Ὀλυμπίου, ὅπως ἡ δέουσα ἐπιστρέφεια προχωρήσῃ κατ’ αὐτῶν. διευτύχει. ὑπατείας Φουρίου Πλακίδου καὶ Φλαουΐου Ῥωμύλλου τῶν λαμπροτάτων, Φαρμουθι ια. Αὐρήλιος Ζωΐλος ἐπιδέδωκα. Αὐρήλιος …ιου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.