no image
DDbDP-text
Declaration of Land via HGV-meta
Linked by Trismegistos ID
TM 10359.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ζ καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ ϛ. Ἰουλίωι Σεπτιμίωι Σαβείνωι κηνσίτορι παρὰ Αὐρηλίας Ἡρωίδος Χαιρήμονος ἀπὸ κώμης Καρανίδος πρώτης ἕκτης τοπαρχίας Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ἀκολούθως θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτωνἀνεικήτων βασιλέων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων φανερόν σοι ποιῶ κεκτῆσθαί με περὶ τὴν προκειμένην κώμην Καρανίδα καὶ παρειληφέναι τῆς κτήσεώς μου τῆς ἐν τῇ κώμῃ τὰ μέτρα τῶν ἀρουρῶν, μετρησάντων Ἀφροδεισίου καὶ Παυλείνου γεωμε τρῶν, παρόντων καὶ ὑπογραφόντων Ἀπολλωνίου καὶ Κοπρῆ καὶ Ἥρωνος ἰουρατόρων καὶ Σύρου βοηθοῦ δεκαπρώτων τῆς τοπαρχίας καὶ Παννῆ ὁριοδείκτου, χωρία ὡς ὑποτέτακται· ἐπὶ τῆς ιϛ σφραγῖδος ἐν τόπῳ Κιαμοῦλ λεγομένῳ βασιλικῆς γῆς ἀβρόχου ἀρούρας τρεῖς ἥμισυ τέταρτον ὄγδοον δυοτρίαντον, ἀρούρας γ 𐅵 δ η λβ, ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶν διῶρυξ μεθʼ ἣν γῆ χέρσος ἀδέσποτος διόλου, ἀπὸ δὲ δυσμῶν ν Μάρωνος κτῆσις, καὶ ὁμοίως ἐν τόπῳ εν λεγομένῳ ἐλαιῶνος φορίμου ἀπὸ ἰδιωτικῆς γῆς ἀρούρης τέταρτον δυοτρίαντον τετρακαιεξηκοστόν, ἀρούρης δ λβ ξδ, ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶνἀνατολην γῆ χέρσος ἀδέσποτος διόλου, ἀπὸ δὲ δυσμῶν διῶρυξ μεθʼ ἣν Καπέει κτῆσις, καὶ ὁμοίως ἐν τῷ αὐτῷ τόπῳ βασιλικῆς γῆς ἀβρόχου ἀρούρας εἰκοσιὲξ ἥμισυ ἑκκαιδέκατον, ἀρούρας κϛ 𐅵 ιϛ, ὧν γείτονεςγίτονες ἀπὸ μὲν ἀνατολῶν Καπάει κτῆσις, ἀπὸ δὲ δυσμῶν διῶρυξ μεθʼ ἣν Παντήρεως κτῆσις, καὶ ὄμνυμι τύχην καὶ νίκηννείκην τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτωνἀνεικήτων βασιλέων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι. ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Θὼθ ιδ. ὁμοῦ γείνονται ἐν διαφόροις τόποις βασιλικῆς γῆς ἀβρόχου ἄρουραι λ δ η ιϛ λβ ἐλαιῶνος φορίμου ἀπὸ ἰδιωτικῆς γῆς ἀρούρης δ λβ ξδ Αὐρηλία Ἡρωὶς ἀπεγραψάμην τὰς προδεδηλωμένας ἀρούρας καὶ παρέλαβον τὴν μέτρησιν ὡς πρόκιται, ὀμόσασα τὸν Σεβάσμιον ὅρκον. Αὐρήλιος Ὡρίων Ἥρωνος ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου. Αὐρήλιος Ἀφροδίσιος γεωμέτρης ἅμα ΠαυλίνῳΠαυλείνου συνγεωμέτρῃ ἐμέτρησα τῆς Ἡρωείδος τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Παυλεῖ νος γεωμέτρης ἅμα Ἀφροδισίῳ συνγεωμέτρῃ ἐμέτρησα τῆς Ἡρωίδος τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Ἀπολλώνιος βουλευτὴς ἰουράτωρ συμπαρήμηνπαρήμην τῇ μετρήσει. Αὐρήλιος Κοπρῆς βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Ἥρων βουλευτὴς ἰουράτωρ συμπαρήμηνσυνπαρημι τῇ μετρήσει. Αὐρήλιος Σύρος βοηθὸς δεκαπρώτων τῆς τοπαρχίας ἐπέγνων τὴν μέτρησιν. Αὐρήλιος Πανοῦς ὁριοδείκτηςὁριοδίκτης ὑπέδειξαὑπέδιξα πάσας τὰς προδεδηλωμένας ἀρούρας καὶ οὐδὲν παρέλιπον. Αὐρήλιος Ἡρώδης διδάσκαλος· παρʼ ἐμοὶ ἐτελέσθη. Iulius Septimius Sabinus censitor accepi et subscripsi libellis.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.