no image
DDbDP-text
Receipts for Various Taxes via HGV-meta
Linked by Trismegistos ID
TM 10388.
Each record below describes this same artifact or text from a different angle.
[1]
Αὐρήλιοι Φ…[…]…α…μ…ν ἀπαιτηταὶ γενήματος
Κερκεσούχων Καρανίδος καὶ ὁριοδεικτίας Καρανίδος Αὐρηλίῳ Ἡρᾷ Πτολεμαίου
καὶ ὀνόματος Ταήσεως Κοπρῆ χαίρειν. ἔσχαμεν
παρὰ σοῦ ὑπὲρ ναύλων θαλαττίων πλοίων
ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς ἑπτακοσίας, γίνονται τάλαντον α δραχμαὶ ψ.
ὑπατείας Καικινίου Σαβείνου καὶ Βεττίου
Ῥουφίνου τῶν λαμπροτάτων, Τῦβι λ.
Αὐρήλιοι Πτολλᾶς καὶ Παλήμων καὶ Νέων καὶ Ἀπολλώνιος
οἱ πάντες σιτολόγοι μέρους Πτολεμαίδος Καρανίδος
διὰ τῶν ἀπὸ Καρανίδος Αὐρηλίᾳ Κυριλλοῦτι Κοπρῆτος χαίρειν.
ἐμέτρησας ἡμῖν ἐν θησαυρῷ τῆς αὐτῆς κώμης μέτρῳ δημοσίῳ
ξυστῷ ὑπὲρ γενήματος γ ἰνδικτίονος πυροῦ σὺν[…]
ἀρτάβας ἑπτὰ τέταρτον, γίνονται ἀρτάβαι ζ δ, καὶ κριθῆς ἀρτάβας δύο ἕκτον, ἀρτάβας β ϛ,
καὶ διέγραψας ἡμῖν ὑπὲρ ἐξαργυρισμοῦ γ ἰνδικτίονος ἀργυρίου
τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας, γίνονται τάλαντα β δραχμαὶ Γ.
ὑπατείας Καικινίου Σαβείνου Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων,
Φαρμοῦθι ιθ. Ἰσίων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
[2]
Αὐρήλιοι Εὐδαίμων καὶ Ἀντιούριος καὶ Ἀφροδίσιος καὶ Πτολλᾶς καὶ Ἀντώνιος …ν σιτολόγοι μέρους Πτολεμαίδος Καρανίδος
Αὐρηλίᾳ Ταήσει Κοπρῆ χαίρειν. ἔσχαμεν παρὰ σοῦ ὑπὲρ τιμῆς πυροῦ καὶ κριθῆς ὑπὲρ γενήματος ϛ ἰνδικτίονος
ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς πεντακισχιλίας
ἑξακοσίας, γίνονται τάλαντον α δραχμαὶ Εχ, μόνας.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε
καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Ἐπεὶφ ιε.
διέγραψαν Ἡρᾶς Πτολεμαίου καὶ Ταῆσις Κοπρῆ εἰς λόγον
ναύλων εἰδῶν καὶ ἀσβέστου διὰ Ἀπφοῦ καὶ Ἁτρῆ ἀπαιτητῶν
Καρανίδος καὶ ὁριοδεικτίας γενήματος ϛ ἰνδικτίονος
δραχμὰς δισχιλίας, Ἀπφοῦςσεσημείωμαι γίνονται δραχμαὶ Β.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ
Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Ἐπεὶφ κγ.
[3]
διέγραψαν Ἡρᾶς Πτολεμαίου καὶ Ταῆσις Κοπρῆ
διατυπώσεως καὶ πριμιπίλου καὶ ἐξαρτίας πλοίου
διὰ Ἰσιδώρου Πεληνίου καὶ Παθ…[…]
Πατειεῖ ἀπαιτητῶν ὁριοδεικτίας Καρανίδος γενήματος ε ἰνδικτίονος δραχμὰς πεντακισχιλίας τριακοσίας, γίνονται δραχμαὶ Ετ.
Αὐρῆλις Πελῆνις Κάστορος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
διέγραψε Ταῆσις Κοπρῆ ὑπὲρ ἐξαργυρισμοῦ[…]
διὰ …λου καὶ Κασιανοῦ καὶ Ἁρπάλου σιτολόγων Κερκεσούχωνκώμης Καρανίδος ἀργυρίου τάλαντα τρία, γίνονται τάλαντα γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.