no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11312.
Each record below describes this same artifact or text from a different angle.
Σαβείνῳ καὶ μετόχοις δημοσίων τραπεζίταις[…]
Σαραπίων ὁ καὶ Ἀφροδείσιος Διοδώρου καὶ Δεῖος Ἡρατίωνος οἱ β ἱματιοπῶλαι
καὶ ἑρμηνεῖς ἀγορᾶς μητροπόλεως· ὁμολογοῦμεν ἀπέχειν παρʼ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων
ὑπέρ τε ναύλου ἱματισμοῦ καὶ τιμῆς σαβάνων, ἀκολούθως τῷ ἐπιστάλματι
οὗ ἀντίγραφον ὑπόκειται, ἀργυρίου δραχμὰς ρλζ διώβολον χαλκοῦς 4. Πτολεμαῖος βασιλικὸς γραμματεὺς Πολέμωνος
μερίδος διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος
μερίδων Σαβείνῳ καὶ μετόχοις δημοσίων τραπεζίταις χαίρειν. ἐξοδιάσατε
ἀπὸ λόγου διοικήσεως τῆς Πολέμωνος μερίδος Σαραπίωνι τῷ καὶ Ἀφροδεισίῳ
Διοδώρου καὶ Δείῳ Ἡρατίωνος τοῖς β ἱματιοπώλαις καὶ ἑρμηνεῦσιν ἀγορᾶς μητροπόλεως, προχειρισθεῖσιν ὑπὸ τῶν λοιπῶν ἱματιοπωλῶν καὶ ἑρμηνέων τῆς αὐτῆς
ἀγορᾶς πρὸς κατακομιδὴν καὶ παράδοσιν δημοσίου ἱματισμοῦ ἑξαμήνου, ἃς ᾐτήσαντο ἐπισταλῆναι ὑπέρ τε ναύλου ἐπιβεβληκυιῶν ἀπὸ τῶν κελευσθεισῶν
κατασκευασθῆναι ὑπὸ Αἰλίου Σωκρατικοῦ τοῦ κρατίστου ἐπιτρόπου εἰς χρείας
δεσμωτῶν στολῶν Ϛψ τῇ Πολέμωνος μερίδι στολῶν Βσιβ, ὑπὲρ ὧν ἐξωδιάσθη
ἐν προχρείᾳ εἰς κατασκευήν, ὡς τῆς α ἐκ δραχμῶν κϛ, τὰ συναγόμενα τάλαντα θ δραχμαὶ Γφιβ,
ὡς τοῦ τῆς τιμῆς ἐξοδιασμοῦ κατὰ τὸ ἔθος δραχμῶν κζ τετρωβόλου χαλκοῦ α, ἀπὸ τῶν συναγομένων τῶν
ἐπιτρεχόντων χαλκίνων, λογιζομένου τοῦ στατῆρος ὀβολῶν κθ, δραχμῶν σιϛ τὰς αἰτηθείσας ὑπὲρ
ἡμισείας δραχμὰς ρη, ὑπὲρ δὲ τιμῆς σαβάνων κϛ ὁμοίως ἐπιβεβληκότων τῇ Πολέμωνος
μερίδι ἀπὸ σαβάνων ε…σαο τῶν τριῶν μερίδων - κατηγγίσθη ὁ ἱματισμὸς
ἐμβληθεὶς εἰς πλοῖον Κολλούθου οὗ κυβερνήτης ὁ αὐτός -, ὡς τοῦ ἑνὸς ἐκ δραχμῶν γ,
ἀπὸ τῶν συναγομένων δραχμῶν οη τὰς ὁμοίως αἰτηθείσας ἓξ ἡμισείας
δραχμὰς τριάκοντα ἐννέα , τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς ἑκατὸν τεσσαράκοντα
ἑπτά , ἐξ ὧν ὑπολογήσαντες τὰς αἱρούσας ὑπὲρ ἑκατοστῶν ἓξ ἡμίσους
δραχμὰς ἐννέα τριώβολον χαλκοῦς 4 πρόσθεσθε τῷ κυριακῷ λόγῳ καὶ τὰς λοιπὰς δραχμὰς
ἑκατὸν τριάκοντα ἑπτὰ διώβολον χαλκοὶ 4, γίνονται αἱ προκείμεναι, καὶ λαβόντες τὰς καθηκούσας ἀποχὰς δισσὰς εἴς με γεγραμμένας ἀνάδοτέ μοι. ἔτους ιη
Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ
Εὐσεβοῦς Μεχεὶρ ιε. Πτολεμαῖος. ἐξοδιάσατε τὰς προκειμένας δραχμὰς ἑκατὸν τριάκοντα ἑπτὰ ὀβολοὺς δύο ἡμιωβέλιον , γίνονται αἱ προκείμεναι.
Σαραπίων ὁ καὶ Ἀφροδίσιος Διοδώρου καὶ Δῖος Ἡρατίωνος ἀπέχομεν, καθὼς πρόκειται.
Δεῖος Ἡρατίωνος συναπέχω, καθὼς πρόκειται. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ
κε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.