Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lond.3.1166

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Γορπιαίου Ἐπεὶφ λ ἐν Ἑρμουπόλεις τῆς Θηβαίδος. ὁμολογοῦσι Ὡρίων Ἡλιοδώρου ὡς ἐτῶν λβ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπῳ μέσῳ καὶ Τοθῆς Τοθῆτος ὡς ἐτῶν μ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ κνήμῃ δεξιᾷ ἀμφότεροι τῶν ἀφʼ Ἑρμουπόλεως Πέρσαι τῆςἐπιγονῆς Δίῳ Ἑρμoδώρου τοῦ καὶ Σαλίωνος μελλογυμνασιάρχωι ὡς ἐτῶν κ μέσῳ μελίχρῳ μακροπροσώπῳ εὐθύρινι οὐλὴ μήλῳ ἀριστερῷ συνπεφωνηκέναι αὐτῶι ὥστε χορηγῆσαι αὐτοὺς τῷ δ ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀπὸ α μηνὸς Σεβαστοῦ ἕως μηνὸς Καισαρείου ἐπαγομένων ε τοῦ αὐτοῦ ἔτους εἰς τὸ ἐν τῶι γυμνασίωι βαλανεῖον τὰ αὐτάρκη καύματα καθʼ ἡμέραν ἑκάστην ἀδιαλείπτως ἀφʼ ἧς ἐὰν αἱρῆται ὁ Δῖος ὥρας μέχρι ἐκλείψεως τῶν λουομένων καθίσταντες τῷ ὑποκαύστηι τὰ καύματα ἀνέγλειπτα εἰς τὸ ὑποκαυστήριον τοῦ βαλανείου καθʼ ἡμέραν ἑκάστην τοῖς ἰδίοις ἀνηλώμασιν, ἀπὸ δὲ τῶν συνπεφωνημένων ὑπὲρ μισθῶν αὐτῶν καὶ τιμῆς καυμάτων τοῦ προγεγραμμένου ἐνιαυτοῦ ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμῶν Β αὐτόθεν ἀπεσχήκασι οἱ ὁμολογοῦντες παρὰ τοῦ Δείου διὰ τῆς Ἑρμονίκου ἰδιωτικῆς τραπέζης δραχμὰς φ, ἀπὸ δὲ τῶν λοιπῶν δραχμῶν Αφ δώσει αὐτοῖς ὁ Δεῖος τῇ λ μηνὸς […] τοῦ εἰσιόντοςγ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος εἰς ἀγορασμὸν ὄνων δραχμὰς σ, τὰ δὲ λοιπὰ δραχμὰς ἀποδώσει ἐν τῷ προγεγραμμένῳ δ ἔτει ἐν τρισὶ προθεσμίαις, τῇ μὲν λ τοῦ Χοιὰκ δραχμὰς υ, τῇ δὲ τριακάδι τοῦ Μεχεὶρ δραχμὰς υ, καὶ τῇ λ τοῦ Ἐπεὶφ τὰς λοιπὰς δραχμὰς φ, δώσουσι δε οἱ ὁμολογοῦντες τῷ Δείῳ τῷ αὐτῷ δ ἔτει εἰς τὰ πλινθουργεῖα αὐτοῦ ἀχύρου μανδάκας ρν καθεσταμένους εἰς Ἰβιῶνα Τεταχθὶ καὶ αὐτ[…] ὁ Δεῖοςκαταβαλεῖ αὐτοῖς ἐν κώμῃ Σινκερῆ καὶ Λεννέου καὶ Ἰβιῶνα Τεταφθὶ ἀχύρου ἀγώγια ρν· ἐὰν δὲ ἀφυστερῇ τὸ βαλανεῖον καύμασι ἔν τινι ἡμέρᾳ ἢ ἐκ μέρους ἐν τῷ ἐνιαυτῷ χωρὶς τοῦ παρασχέσθαι τοὺς ὁμολογοῦντας τὴν καῦσιν καθὼς πρόκειται, ἔτι καὶ ἐκτίσονται ε[…]τοῦ ἐπακολουθήσοντος βλάβους καὶ ἀποδώσουσι τῷ Δείωι τὰς προκείμενας δραχμὰς Β διπλᾶς καὶ γείνεσθαι τῷ Δίωι ἢ τοῖς παρʼ αὐτοῦ τὴν πρᾶξιν ἔκ τε τῶν ὁμολογούντων καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης· ὅσα δὲ ἔχουσι οἱ ὁμολογοῦντες καὶ ὅσα ἐὰν ἐπικτήσωνται ἐνυπαλλάγματα εἶναι πρὸς τὰ προκείμενα περὶ ὧν καὶ οὐκ ἐξέσται αὐτοῖς οὐδὲν οἰκονομεῖν μέχρι τοῦ ἑκάστα ἐπιτελέσαι ἢ τὰ παρὰ ταῦτα ἄκυρα εἶναι. ἡ ὁμολογία ἥδε κυρία ἔστω.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.