no image
DDbDP-text
Pacht von Gärten, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18562.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου
παρὰ Διοδώρου τοῦ Ἀκέστορος Θηλείου καὶ παρὰ Ἑρμίου τοῦ Ἀπολλωνίου καὶ τοῦ τούτου υἱοῦ Ἑρμίου
καὶ τῆς τοῦ πρεσβυτέρου Ἑρμίου γυναικὸς τοῦ δὲ νεωτέρου Ἑρμίου μητρὸς Ἰσιδώρας τῆς Ἐκ[…]
…σα…[…]ρ[…]των…σ[…]επινης μετὰ κυρίου τῆς Ἰσιδώρας τοῦ ἀνδρός. περὶ τῶν διεσταμένων
συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστε ἐπεὶ μεμίσθωνται ὅ τε Ἑρμίας καὶ Ἑρμίας καὶ Ἰσιδώρα παρὰ τοῦ
Διοδώρου εἰς χρόνον ἔτη πέντε ἀπὸ Χοιὰκ τοῦ ἐνεστῶτος κϛ ἔτους Καίσαρος τὰ ὑπάρχοντα τῷ Διοδώρωι
ἐπὶ τῆς κατὰ Κανωβὸν ταινίας ἐν τῷ προσαγορευομένῳ Φοινικῶνι κηποταφία τρία, ἅ ἐστιν κατὰ περίβολον περιτετειχισμένα, ἐφʼ ὧι τελέσουσιν τῷ Διοδώρωι φόρον κατὰ μῆνα ἕκαστον ἀνυπόλογον παντὸς ὑπολόγου καὶ ἀνηλώματος ἀργυρίου δραχμὰς εἴκοσι τοῦ διαπορευομένου μηνὸς τῇ τοῦ ἐχομένου καὶ ἐξαίρετα δὲ τελέσειν κατʼ ἐνιαυτὸν ἕκαστον τῶν ὄντων ἐν τοῖς κηποταφίοις τὰ
κράτιστα καὶ βέλτιστα καὶ οὔσης τῆς ἑκάστου γένους ὥρας, ὅταν ἀπαιτῶνται κράμβης καυλοὺς
[…]…ς σεύτλου πυθμένας ὀκτακοσίους θρυαλίδας συμμίκτους τριακοσίας […]
[…]καυλοὺς διακοσίους παν…τους ἑκατὸν κολοκύντας πεντήκοντα φοίνικας[…] χιλίους
ῥαφάνους λαμπάδας τριακοσίας ἑψανῶν ταγὰς τριάκοντα ἀσπαράγου δεσμοὺς[…] κοχλιδίων χοίνικας δέκα … ταγὰς δέκα πέντε πράσου γλυκέως ταγὰς πεντήκοντα
κεφαλωτὰ …α σταφυλῆς βοτρύας ἑξήκοντα παλίουρα δισχίλια σῦκα δισχίλια …υξων
καλάθια πέντε στελεις χλωρὰς ἑκατὸν πασ…ερας πεντήκοντα κάλλυνθρα φοινίκων
καὶ …παργας τ… ἢ ἐκτίνειν αὐτοὺς ὧν ἐὰν μὴ ἀποδῶσιν ἐξαίρετα τῶν προκειμένων
…[…]τ…[…]…[…]ατα… δʼ εἴληφαν ὅ τε Ἑρμίας καὶ Ἑρμίας καὶ Ἰσιδώρα παρὰ τοῦ Διοδώρου
διὰ χειρὸς ἐξ οἴκου εἰς τὴν τῶν κηποταφίων καταφυτείαν καὶ ἐπιμέλειαν χρῆσιν ἀργυρίου Πτολεμαικοῦ
δραχμὰς διακοσίας ἀτόκους, ἀνθʼ ὧν καὶ παραδοῦναι αὐτοὺς μετὰ τὸν πενταετῆ χρόνον
τῷ Διοδώρωι ἐπὶ τοῖς κηποταφίοις συντίμησιν λαχανείας καὶ ἐνφανικὸν, ἐὰν δὲ ἡ χρῆσις τῶν
διακοσίων δραχμῶν παρεθῇ συντίμησις ἔσται τὸ ὑπὲρ τῶν μεμισθωμένων …ειαρδ…ς
ἐν ἡμέραις ἑξήκοντα, παρείληφαν δὲ οἱ μεμισθωμένοι τα…[…]…[…] […] τομίαν φοινικίνην καὶ καρπῶν δύο καὶ θύρας καὶ κλεῖς καὶ κη[…]κον ταξε…ρματια, ὥστε
παραδοῦναι αὐτοὺς τῷ Διοδώρωι μετὰ τὸν χρόνον, τῶν ἐπισκευῶν τῆς ἀντλίας καὶ τῶν κηλωνείων
ὁσάκις ἐὰν δέῃ καὶ τῶν τροχῶν ὄντων πρὸς τὸν Διόδωρον, ἀντέχεσθαι τοὺς μεμισθωμένους τῶν ὄντων
ἢ ἐσομένων ἐπὶ τὸν χρόνον καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφέρεσθαι διορθουμένους τοὺς φόρους καὶ τὰ ἐξαίρετα καὶ ποιεῖσθαι τοὺς μεμισθωμένους τὴν προσήκουσαν ἐπιμέλειαν καὶ κατεργασίαν καθʼ ὥραν καὶ
κατὰ καιρὸν ἀρεστῶς σκάπτοντας καὶ ποτίζοντας κατὰ τρόπον ἐν τοῖς δέουσι καιροῖς κατανεύων
τῇ κατὰ καιρὸν λαχανείᾳ καὶ μὴ χερσεύειν μηδὲ καταβλάπτειν μηδὲ παραλιπεῖν ἔργον
μηδὲ τῶν πρὸς εὐεργίαν ἀνηκόντων, ποιεῖσθαι δὲ καὶ τῶν ὄντων δένδρων τὴν ἁρμόζουσαν ἐπιμέλειαν
εἰς τὸ ζωφυτεῖν καὶ εὐθηνεῖν καὶ μηδὲν ἀπʼ αὐτῶν ἐκκόπτειν, ἀντὶ δὲ τῶν ἐγλειπόντων ἕτερα ἀντικαταφυτεύειν τὰ αὐτὰ γένη αὐτενίαυτα μηδενὶ χείρονα, μὴ ἐξόντος αὐτοῖς ἐγλιπεῖν τὴν
μίσθωσιν ἐντὸς τοῦ χρόνου μηδὲ διέλκειν τοὺς φόρους, διελθόντος δὲ τούτου παραδοῦναι αὐτοὺς
τὰ μεμισθωμένα σύμφυτα καὶ εὐθηνοῦντα, τὰς δὲ θύρας καὶ τὰ κηλώνεια, ἔτι δὲ καὶ καταπεφυτευμένους ἁλικακκάβων πυθμένας διακοσίους χωρὶς τῆς προκειμένης συντιμήσεως, οὓς καὶ εἶναι τοῦ Διοδώρου ἐξαιρέτους τῆς συντιμήσεως, εἰσαξουσι δὲ καὶ
τὰ ἐκ τῶν μεμισθωμένων λάχανα εἰς τὴν πεζὴν καὶ παραδώσουσιν καθαρὰ καὶ εὐθηνοῦντα καὶ
κεκορισμένα …, ἐὰν δέ τι παραβαίνωσιν, ἐκτίνειν αὐτοὺς ὃ ἐὰν ἐνοφειλήσωσι τῶν φόρων ἔτι δὲ
καὶ τὰς τῆς χρήσεως ἀργυρίου δραχμὰς διακοσίας τόκους διδράχμους τῆς μνᾶς κατὰ μῆνα
καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς τριακοσίας γεινομένης τῆς πράξεως
ἔκ τε τῶν τριῶν ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ
ἐκ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι ἐξουσίας οὔσης τῷ Διοδώρῳ, ἐὰν ἔν τινι παρασυγγράψωσιν ἐγβάλλειν αὐτοὺς ἐκ τῆς μισθώσεως ἐντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τὸ ἐσόμενον
ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν, ποιούντων δὲ αὐτῶν ἕκαστα ἀκολούθως καὶ τὸν Διόδωρον βεβαιοῦν αὐτοῖς τὴν μίσθωσιν ἐπὶ τὸν χρόνον καὶ τὴν ἀντλίαν ἐν[…]ρη καὶ τὸ ὕδωρ […]… τὴν
ἐν τῇ ἀντλίᾳ πηγὴν, τοὺς δὲ μεμισθωμένους χωρὶς πάντων τῶν προκειμένων διδόναι κατὰ μῆνα
ἕκαστον τὸ ἐπιβάλλον …[…]…δουναι τὰ μεμισθωμένα καὶ μηδὲν τὸν Διόδωρον παραλιπέσθαι
τῶν επα… προκειμένων ἢ ἔνοχον εἶναι τῷ ἴσῳ ἐπιτίμωι, τὰ δὲ λείψανα τῶν μετεώρων καρπίων
τὰ ὄντα ἐντὸς μηνῶν […]…σ…[…]…μενουθ…του ὁ Διόδωρος μερος[…]… χρόνον συνήλλαχεν
… καὶ τῶν ἐωνημένων …α[…] τοῦ Διοδώρου , ἐὰν δὲ
οἱ μεμισθωμένοι ἐγβαίνωσιν μετὰ τὸν χρόνον τῆς μισθώσεως, μενεῖ ἡ τῶν α καρπῶν συνάλλαξις ἕως τοῦ
Μεχεὶρ μηνὸς τοῦ ἐσχάτου ἔτους οἷς ἐὰν οἱ μεμισθωμένοι συναλλάξωσι.
ἔτους κϛ Καίσαρος Ἁθὺρ κη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.