Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.4.1122 31. März 13 v.Chr.Alexandria

Arbeitsvertrag, Alexandrien via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 18564. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κόλλημα Πρωτάρχωι παρὰ Γαίου …ι[…]νασι[…]νου καὶ παρὰ Πάπου καὶ Πτολεμαίου ἀμφοτέρων … περ… […]… περὶ τὰ διεσταμένα συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστε ἐπεὶ ἐξειλήφασιν ὅ τε Πάπος καὶ Πτολεμαῖος παρὰ τοῦ Γαίου καταφυτείαν ἀναγωγὴν … ἐπὶ χρόνον ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος ἀρούρας δύο οὔσας ἐν τοῖς ὑπάρχουσι αὐτῶι ἀμπελικοις κτήμασι περὶ κώμην Ταφιλις τῆς … μίαν ἐν ἐπισήμωι Μούσαις, τὴν δὲ ἑτέραν ἐν ἐπισήμωι … πριστει μισθοῦ τοῦ ἑσταμένου τῶν δύο ἀρουρῶν ἀργυρίου Πτολεμαικοῦ δραχμῶν τετρακοσίων πεντήκοντα, ἀφʼ ὧν καὶ αὐτόθεν ἔχειν παρὰ τοῦ Γαίου […]ραπ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς σ, τὰς δὲ λοιπὰς δραχμὰς σν λήμψονται ἐν δόσεσι ἰσομερέσι δυσὶ Μεχεὶρ τοῦ εἰσιόντος ιη ἔτους Καίσαρος δραχμὰς ρκε, τὴν δὲ δευτέραν ἐπὶ τῆς ἀναγωγῆς τὰς λοιπὰς δραχμὰς ρκε, ἀπὸ δὲ τοῦ νῦν ἐπιτελέσειν αὐτοὺς Πάπον καὶ Πτολεμαῖον … ἀμπελ ……οινοπ … τὰ τῆς φυτείας τῶν δύο ἀρουρῶν τιθέντες τὸ φυτὸν ἐν… αρουρ… αρ…… ἔχον τὸ καθῆκον βάθος. κάλαμον σκάπτοντας καὶ ποτίζοντας κατὰ τρόπον ἐν τοῖς δέουσι καιροῖς τοῦ Γαίου παρέχοντος αὐτοῖς τὸ φυτὸν ἐπὶ τοῦ βοθύνου καὶ χάρακας καὶ φλοῦν καὶ τὸν κάλαμον τὰ αὐταρκοῦντα καὶ τὸ ὕδωρ ἐπὶ τῆς στάσεως μὴ ἐξόντος αὐτοῖς ἐγλιπεῖν τὴν ἔγλημψιν ἐντὸς τοῦ χρόνου ἐφʼ ὃν καὶ ἐὰν συνβῇ τινα τῶν φυτῶν διαλ…ηναι καταφυτεύσειν αὐτοὺς ἐκ τοῦ ἰδίου αὐτενίαυτα μηδὲν χείρονα καὶ ἐπὶ δὲ τοῦ συνπληρωθῆναι τοῦτον παραδώσειν αὐτοὺς τὰς δύο ἀρούρας συνφύτους καὶ εὐθηνούσας καὶ ἀναγομένας ἐπὶ τὸ ἴσον, ἐὰν δέ τι παραβαίνωσιν εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι ἅ τε ἔχουσι τοῦ μισθοῦ καὶ ὃ ἐὰν μέρος λάβωσι σὺν ἡμιολίᾳ καὶ … καταβλάψωσι διπλοῦν καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς φ καὶ τὸ ὡρισμένον πρόστιμον τῆς πράξεως γεινομένης τῶι Γαίωι ἔκ τε ἀμφοτέρων ἀλλήλων ἐνγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης μηδὲν ἧσσον ἐξουσίας οὔσης τῶι Γαίωι παρασυνγραφοῦντας αὐτοὺς μεθισταμένωι τῆς ἐγλήμψεως ἐντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τὸ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν, ποιούντων δὲ αὐτῶν ἕκαστα ἀκολούθως καὶ τὸν Γάιον παρέχεσθαι αὐτοῖς τὴν ἔγλημψιν ἐπὶ τὸν χρόνον καὶ προσαποδιδόναι τὸ λοιπὸν τοῦ μισθοῦ ἐν ταῖς σεσημασμέναις δόσεσι ἢ καὶ αὐτὸν ἐκτίνειν τὸ ἴσον ἐπίτιμον μενούσης τῷ Γαίωι τῆς ἐπὶ τοὺς αὐτοὺς Πάπον καὶ Πτολεμαῖον ἐφόδου περί τε μισθώσεων τῶν προκειμένων κτημάτων καὶ ὧν ὀφείλωσιν ἄνευ συνχωρήσεως ἐν ἀμπελικοῖς κτήμασι υμ… συνχωρη ἔτους ιζ Καίσαρος Φαρμοῦθι ε.

Connections

Found at Alexandria

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.