no image
DDbDP-text
Auseinandersetzung unter drei Pächtern, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18565.
Each record below describes this same artifact or text from a different angle.
[…] […]ος Πτολεμαίου …ευς οἱ τρεῖς ἑαυτοῖς χαίρειν. ἐπεὶ προσεληλύθαμεν μισθώσει εἰς τὸ πατρικὸν μαμμικὸν προ…α[…]
[…]γενομένης ἐν ὑπολόγωι περὶ κώμην Σύρων μεσόγειον τῆς Ἀλεξάρχου νήσου τοῦ Μενελαείτου νομοῦ δὲ Βερενίκης ἀρουρῶν χιλίων ὀγδοήκοντα τεσσάρων καὶ ὅσων ἐὰν ᾖ, ἐν αἷς ἄμπελος παραδην καὶ νομαὶ καὶ α[…]
[…] ἔδωκαν δὲ ὅ τε Νικομήδης καὶ Ἀλέξανδρος ἐκ τοῦ ἑαυτῶν ὀνόματος τὸ περὶ τῆς μισθώσεως ἀναφόριον, διὰ δὲ τούτου δηλοῦται διαγράψαι στέφανον ἅπαξ ὑπὲρ τῶν προκειμένων ἀργυρίου δραχμὰς χιλίας […]
[…] φόρον δραχμὰς ὀκτακοσίας, ὁμολογοῦμεν εἶναι τοὺς τρεῖς μετόχους καὶ κοινωνοὺς καὶ κυρίους ἕκαστον κατὰ τὸ τρίτον μέρος ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τῆς προκειμένης μισθώσεως[…]
[…]πιτ[…]ερ[…]…ων πάντων, ἐφʼ ὧι ὁ Σέξστος ἢ ὁ Νικομήδης δώσουσιν ἀναφόριον τῶι πράκτορι τῶν προσόδων ὑπὲρ τοῦ διδομένου στεφάνου ἤτοι τοῦ προκειμένου ἢ οὗ ἐὰν κατὰ τὴν ἐσομένην[…]
[…]ι κεφαλαίου καὶ ἐξοδιάσουσιν ἐκ τοῦ ἰδίου ἀμφότεροι ἢ ἑκάτερος αὐτῶν τὰς ἐσομένας δαπάνας πάσας μέχρι τοῦ τὰ περὶ τῆς κυρείας λαβεῖν γράμματα, κομιοῦνται δὲ ὅ τε Σέξστος καὶ ὁ Νικομήδης[…]
[…]ἐξοδιάσωσιν κεφαλαίων τόκον ἐξ ὧν ἐὰν εὑρίσκωμεν εὐθέως γενόμενοι ἐπὶ τῶν τόπων ἐκ τῆς μισθώσεως καθʼ ὁνδήποτε οὖν τρόπον, ἐὰν δέ τι περιλείπηται ἐκ του[…]
[…]μισθώσεως μετὰ τὴν διόρθωσιν τῶν κεφαλαίων διαιρεθήσεται εἰς μέρη ἴσα καὶ ὅμοια τρία, καὶ λήμψεται ἕκαστος ἡμῶν μέρος ἕν, γενέσθαι δὲ καὶ πάντοτε τονα…ν[…]
[…] μέρη τρία τῶν ἐκ τῆς μισθώσεως ἐσομένων ἤτοι οἰνικῶν ἢ σιτικῶν γενημάτων ἢ ἰχθυίας ἢ ἄγρας ἢ ξυλείας ἢ ἑτέρου τινὸς καθʼ ὁνδήποτε οὖν τρόπον χρωμένου τοῦ λα…[…]
[…]τῶν χάριν τῆς μισθώσεως ἐσομένων δαπανῶν καὶ λαμβάνειν ἕκαστον τὸ τρίτον μέρος τοῦ Νικομήδους καὶ Ἀλεξάνδρου ποιουμένων […]δ[…]σ[…]τισ…ου τὴν ὑπὲρ τῆς μισθώσεως[…]
[…] μηδενὶ ἡμῶν ἐξόντος ἀθετεῖν τῶν ὡμολογημένων μηδὲν τῶν κατὰ τὴν μετοχὴν μηδʼ ἄλλο μηδὲν ἐπιτελεῖν ἐπὶ τῇ τοῦ ἑτέρου ἀδικίᾳ τρόπῳ μηδενὶ ἢ ε[…]
[…] ἐκτεῖσαι τὸν παραβησόμενον τῶι ἐμμένοντι τὰ διʼ αὐτὸν παρακολουθοῦντα βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς τρισχιλίας , τὸν δὲ Σέξστον[…]
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.