no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22694.
Each record below describes this same artifact or text from a different angle.
[1]
Αὐρήλιος Ἑρμίας ὁ καὶ Ἀπολλώνιος
στρατηγὸς τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει διὰ Θέωνος βοηθοῦ
Ἀκούιτει ποιμένι χαίρειν· ἔσχον παρὰ σοῦ ἀπὸ φόρου προβάτων ἐπὶ λόγου
δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ.
ἔτους κδ — Παῦνι κε
[2]
Αὐρήλιος Ἑρμίας ὁ καὶ Ἀπολλώνιος
στρατηγὸς τῆς λαμπροτάτης πόλεως
τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει
διὰ Ὀρσενούφις φροντιστοῦ κώμης
Ἀπιάδος καὶ Σένθεως Ἀκούιτει ποιμένι
χαίρειν· ἔσχον παρὰ σοῦ ἀπὸ φόρου
προβάτων εἰς λόγον οἰκοδόμου δραχμὰς
ἑκατόν.
ἔτους κε Φαμενὼθ θ.
[3]
Αὐρήλιος Ἑρμίας ὁ καὶ Ἀπολλώνιος στρατηγὸς
τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει διὰ
Θέωνος βοηθοῦ Ἀκούϊτι ποιμένι χαίρειν· ἔσχον παρὰ σοῦ εἰς
λόγον ἔργων τοῦ εὐσχήμονος ἀφʼ ὧν
ἔχεις τοῦ εὐσχήμονος πρόβατα
δραχμὰς ἑκατὸν εἴκοσι, γίνονται δραχμαὶ ρκ.
ἔτους α Μεσορὴ ιζ.
ἔλαβον παρὰ σοῦ πόκους
δεκατρεῖς. ιβ Φαῶφι.
[4]
ἔτους β Μεχεὶρ κ ὁμοίως διὰ ἐμοῦ
Αὐρηλίου Ἰσχυρίωνος διέγραψεν ὁμοίως ὑπὲρ
φόρου προβάτων β ἔτους ἐπὶ λόγου δραχμὰς
τετρακοσίας ὀγδοήκοντα τέσσαρες, γίνονται δραχμαὶ υπδ,
καὶ ὑπὲρ ἀποχῆς δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η
Παῦνι ϛ ὁμοίως ἄλλας δραχμὰς διακοσίας εἴκοσι, δραχμαὶ σκ.
Ἐπεὶφ α ὁμοίως ἄλλας ὑπὲρ ἀποχῆς δραχμὰς
ὀκτὼ, γίνονται δραχμαὶ η.
ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Ἁθὺρ λ διέγραψεν ὁ αὐτὸς ὑπὲρ
α ἔτους ἄλλας δραχμὰς ἑξήκοντα
τέσσαρες, γίνονται δραχμαὶ ξδ.
[5]
Αὐρήλιος Ἑρμίας ὁ καὶ Ἀπολλώνιος
γενόμενος στρατηγὸς τῆς λαμπροτάτης
πόλεως τῶν Ἀλεξανδρέων υἱὸς
Αὐρηλίου Μάρωνος τοῦ ἀξιολογωτάτου
ὑπομνηματογράφου διὰ Ὀρσενούφις
φροντιστοῦ κώμης Ἀπιάδος καὶ Σένθεως
Ἀκούιτει ποιμένι χαίρειν·
ἔσχον παρὰ σοῦ ἀπὸ φόρου προβάτων
εἰς λόγον σκαφήτρου δραχμὰς
ἑξήκοντα δραχμαὶ ξ.
ἔτους β Ἐφῖφι ε
[6]
Ἡράκλανος Κοῦϊ μισθωτῇ προβάτων χαίρειν·
παρέλαβον παρὰ σοῦ δευτέρωι ἔτει Φαμενὼθ ἐνάτῃ καὶ εἰκάδι ἐρίων πόκους
ἑπτὰ μνῶν δεκαεπτὰ ἡμίσυ κυρίας
οὔσης τῆς μισθώσεως
καὶ Παοῖνι ϛ ὁ αὐτὸς παρέδωκεν πόκους
ἓξ μνῶν δεκαοκτὼ κυρίας οὔσης τῆς
μισθώσεως ὁ αὐτὸς α ἔτους Φαῶφι ι
πόκους πέντε μνῶν δεκαέξ
ἡμίσυς κυρίας οὔσης τῆς μισθώσεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.