no image
DDbDP-text
Contract via HGV-meta
Linked by Trismegistos ID
TM 828.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λα, ἐφʼ ἱερέως Γλαύκωνος τοῦ Ἐτεοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν,
κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Νικάνορος, μηνὸς Λωίου κδ, Αἰγυπτίων δὲ Μεσορὴ ιδ, ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου
νομοῦ. ἔχουσιν ὁ δεῖνα καὶ[…]ρις καὶ Ἐτφεὺς καὶ Νεχθενεῖβις καὶ Πετενοῦρις, οἱ πέντε ἀδελφοὶ, Σεβεννῦται
ἀρουρῶν[…]δραχμὰς[…]καὶ ὁ δεῖνα τοῦ δεῖνα καὶ Ὧρος Ἁρυώτου Σεβεννῦται ἀρουρῶν ι δραχμὰς κ
[…]
[…] πάντες γεωργοὶ καὶ Ὀσεναῖβις Ἰμούθου καὶ Ἀχοναῖβις
τοῦ δεῖνα καὶ Πετοσῖρις τοῦ δεῖνα,
καὶ Ψενοβάστις Ποκλήλιος ἀρουρῶν ε δραχμὰς ι, Θεοτέλης ἀρουρῶν ι δραχμὰς κ
πάντες γεωργοί, παρὰ Ζήνωνος τοῦ Ἀγρεοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον
τὸν διοικητὴν[…]τούτους κόψαι ἐν ἧι ἐξειλήφασιν γῆι ἐν τῶι τετάρτωι περιχώματι τὴν
κοπάδα[…]ἀρεστῶς Ζήνωνι ἕως Γορπιαίου, Αἰγυπτίων δὲ Θῶυθ α. ἐὰν δὲ μὴ ἀποδῶσιν,
ἀποτισάτωσαν Ζήνωνι παραχρῆμα τὸ ἀργύριον ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Ζήνωνι ἢ ἄλλωι ὑπὲρ αὐτοῦ πράσσοντι
ἐκ τε αὐτῶν καὶ τῶν ὑπαρχόντων αὐτοῖς πάντων ὡς πρὸς βασιλικά. μάρτυρες Σώστρατος Κλέωνος Ἑλένειος,
Διόδωρος Ζωπύρου Μάγνης, Θεόπομπος Ἀριστίωνος Θεσσαλός, Ἁρμόδιος Φωκίωνος Καύνιος, Στύραξ Ἀπολλωνίου Ἀργεῖος,
Ἄνοσις Τοτορχοῖτος Σαίτης κωμογραμματεὺς ἐν Φιλαδελφείαι.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους λα, ἐφʼ ἱερέως Γλαύκωνος τοῦ Ἐτεοκλέους
Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Νικάνορος, μηνὸς Λωίου κδ,
Αἰγυπτίων δὲ Μεσορὴ ιδ, ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ, ἐχουσιν ὁ δεῖνα καὶ ὁ δεῖνα
καὶ Ἐτφεὺς καὶ Νεχθενεῖβις καὶ Πετενοῦρις, οἱ πέντε ἀδελφοὶ, Σεβεννῦται ἀρουρῶν[…]δραχμαὶ[…]καὶ ὁ δεῖνα
τοῦ δεῖνα καὶ Ὧρος Ἁρυώτου Σεβεννῦται ἀρουρῶν ι δραχμὰς κ καὶ Ὀσεναῖβις Ἰμούθου καὶ Ἀχοναῖβις
τοῦ δεῖνα καὶ Πετοσῖρις τοῦ δεῖνα καὶ Ψενοβάστις Ποκλήλιος ἀρουρῶν ε δραχμὰς ι, Θεοτέλης ἀρουρῶν ι δραχμὰς κ παρὰ
Ζήνωνος τοῦ Ἀγρεοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον τὸν διοικητὴν
[…] ιτου οι[…] αι ἐν ἧι ἐξειλήφασιν γῆι ἐν τῶι τετάρτωι περιχώματι
[…]ἀποδοῦναι τὴν γῆν καθαρὰν ἀρεστῶς Ζήνωνι ἕως Γορπιαίου, Αἰγυπτίων δὲ Θῶυθ α. ἐὰν δὲ
μὴ ἀποδῶσιν, ἀποτινέτωσαν Ζήνωνι παραχρῆμα τὸ ἀργύριον ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Ζήνωνι
ἢ ἄλλωι ὑπὲρ αὐτοῦ πράσσοντι ἔκ τε αὐτῶν καὶ τῶν ὑπαρχόντων αὐτοῖς πάντων ὡς πρὸς βασιλικά.
μάρτυρες Σώστρατος Κλέωνος Ἑλένειος, Διόδωρος Ζωπύρου Μάγνης, Θεόπομπος Ἀριστίωνος Θεσσαλός,
Ἁρμόδιος Φωκίωνος Καύνιος, Στύραξ Ἀπολλωνίου Ἀργεῖος, Ἄνοσις Τοτορχοῖτος Σαίτης κωμογραμματεὺς ἐν Φιλαδελφείαι.
[v]
Ὀννώφριος Ὀσεναίβιος Θεοτέλους Διοδώρου Ἁρμοδίου
[…]υ Ἀχοναίβιος Σωστράτου Θεοπόμπου Στύρακος
[…] Πετοσίριος ἈνόσιτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.