no image
DDbDP-text
Acknowledge of a Debt of Kids via HGV-meta
Linked by Trismegistos ID
TM 1966.
Each record below describes this same artifact or text from a different angle.
[r,int]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν
Ἀδελφῶν ἔτους τρίτου, ἐφʼ ἱερέως Ἀρχελάου τοῦ Δαμᾶ Ἀλεξάνδρου
καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Πολεμοκράτους, μηνὸς Ξανδικοῦ, ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ.
ὁμολογεῖ Δημήτριος Ἀπολλωνίου Ἀσπένδιος τῆς ἐπιγονῆς Ζήνωνι
Ἀγρεοφῶντος Καυνίωι παρεπιδήμωι προσοφείλειν πρὸς τὸν φόρον ἐρίφους ἑκατὸν
πεντήκοντα τρεῖς ἀπὸ τῶν αἰγῶν ὧν ἐξέλαβεν μετὰ Λιμναίου τοῦ
Ἀπολλωνίου Ἀσπενδίου παρὰ Ἰάσονος τοῦ παρὰ Ζήνωνος αἰγῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων …στονα ἀπὸ Παῦνι
τοῦ ἐνάτου καὶ τριακοστοῦ ἔτους ἕως τοῦ Παχὼνς τοῦ ἐν τῶι τρίτωι ἔτει καὶ οὐκ ἀντιλέγει περὶ τοῦ πλήθους τούτου. μάρτυρες
Ἀγροίτας Καύνιος τῶν Θυίωνος ἑβδομηκοντάδραχμος κληροῦχος,
Τιμοκλῆς Ἀρίστωνος Ἀργρεάδης, Πυθοκλῆς Ἰάσονος Ἀρσινοεύς,
Πολύκλειτος Ἰάσονος Ἀρσινοεύς, οἱ δύο τῶν Μενελάου ἑκατοντάρουροι,
Ἀντίπατρος Ἀριστογείτονος Ἀθηναῖος τῆς ἐπιγονῆς, Ἡλιόδωρος τοῦ δεῖνα……ηγμ…[…]μον Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς.
ἔχω κυρίαν.
[r,ext]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους τρίτου, ἐφʼ ἱερέως Ἀρχελάου τοῦ Δαμᾶ Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου
Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Πολεμοκράτους,
μηνὸς Ξανδικοῦ, Αἰγυπτίων δὲ Παχώνς, ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Δημήτριος Ἀπολλωνίου Ἀσπένδιος τῆς ἐπιγονῆς Ζήνωνι Ἀγρεοφῶντος Καυνίωι παρεπιδήμωι προσοφείλειν πρὸς τὸν φόρον ἐρίφους ἑκατὸν πεντήκοντα τρεῖς
ἀπὸ τῶν αἰγῶν ὧν ἐξέλαβεν μετὰ Λιμναίου τοῦ Ἀπολλωνίου Ἀσπενδίου παρʼ Ἰάσονος τοῦ παρὰ Ζήνωνος
αἰγῶν ἑκατὸν καὶ τεσσαράκοντα τεσσάρων ἀπὸ
Παῦνι τοῦ ἐνάτου καὶ τριακοστοῦ ἔτους ἕως τοῦ
Παχὼνς τοῦ ἐν τῶι τρίτωι ἔτει καὶ οὐκ ἀντιλέγει περὶ
τοῦ πλήθους τούτου . μάρτυρες Ἀγροίτας Καύνιος
τῶν Θυίωνος ἑβδομηκοντάδραχμος κληροῦχος, Τιμοκλῆς Ἀρίστωνος Ἀργεάδης, Πυθοκλῆς Πολύκλειτος ἀμφότεροι Ἰάσονος Ἀρσινοεῖς τῶν Μενελάου ἑκατοντάρουροι, Ἀντίπατρος
[… ? lines lost …]
[v]
Ζήνωνος Ἀγροίτου Πυθοκλέους Ἀντιπάτρου
Δημητρίου Τιμοκλέους Πολυκλείτου ἩλιοδώρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.