no image
DDbDP-text
Duplicate contract via HGV-meta
Linked by Trismegistos ID
TM 983.
Each record below describes this same artifact or text from a different angle.
[r]
[interior]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος, ἔτους ἐνάτου καὶ τριακοστοῦ, ἐφʼ ἱερέως Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς δεῖνα τῆς Μενεμάχου, μηνὸς Ἀρτεμισίου, Αἰγυπτίων δὲ Παῦνι,
ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ἰάσων Κερκίωνος Καλυνδεὺς τῶν περὶ Ζήνωνα Δημητρίωι καὶ Λιμναίωι
[…]αἶγας τελείας ἑκατὸν τεσσαράκοντα τέσσαρας εἰς ἔτη δύο
[…] φόρον καθʼ ἕκαστον ἔτος ἐρίφων ἑξαμηνιαίων διακοσίων δεκάεξ.
[…]τοῦ φόρου τὸ ἐπιβάλλον καθʼ ἑξάμηνον ἐρίφους ἑκατὸν
ὀκτώ.ἐὰν δὲ μὴ ἀποδῶσι τὸν φόρον καθότι ὡμολόγησαν, […]τωσαν […] ἑκάστου ἐρίφου ὧν ἂν ἐνοφείλωσι παραχρῆμα
τιμὴν δραχμὰς δέκα καὶ ἐξέστω Ἰάσονι
[…]ῶσαι ὄντι …ν…ιωι ὃ δʼ ἂν ἀφεύρωσι τοῦ προγεγραμμένου φόρου εἰσπρᾶξαι
[…]Δημητρίωι καὶ Λιμναίωι τὰς αἶγας καὶ τὰ ἔκγονα εἰς τὸν γεγραμμένον χρόνον ἐὰν
[…]ἀποτεισάτω αὐτοῖς ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καταβλη[…] […]…α ὑπὲρ τῶν αἰγῶν τούτων εἰς τὸ βασιλικὸν τάσσεσθαι Λιμναῖος
[…]
[…]
[…]…αρα[…]…[…]τωσαν Δημήτριος καὶ Λιμναῖος Ἰάσονι τὰς αἶγας οἵας καὶ παρέλαβον ἢ τιμὴν ἑκάστης
αἰγὸς[…]ἡ δὲ πρᾶξις ἔστω Ἰάσονι καὶ ἄλλωι τῶι πράσσοντι περὶ αὐτοῦ ἔκ τε
αὐτῶν καὶ τῶν ἐγγύων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων κατὰ τὸ διάγραμμα. ἔγγυοι τῶν κατὰ
τὴν συγγραφὴν εἰς ἔκτισιν[…]Ἀπολλώνιος Δημητρίου Ἄραψ ποιμὴν καὶ Ἑρμίας
[…]ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες Νέων Κορίνθιος[…]ς τῶν οὔπω ὑπὸ ἱππάρχην, Λυσανίας Ταραντῖνος[…]…[…]πάντες ἑκατοντάρουροι τοῦ Ἀρσινοίτου
νομοῦ[…]
[exterior]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ἐνάτου καὶ τριακοστοῦ, ἐφʼ ἱερέως
Τληπολέμου τοῦ Ἀρταπάτου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου
τῆς δεῖνα τῆς Μενεμάχου, μηνὸς Ἀρτεμισίου, Αἰγυπτίων δὲ Παῦνι, ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοιτου νομοῦ. ἐμίσθωσεν Ἰάσων Κερκίωνος Καλυνδεὺς τῶν περὶ Ζήνωνα Δημητρίωι καὶ Λιμναίωι
[…] αἶγας τελείαςἑκατὸν τεσσαράκοντα τέσσαραςεἰς ἔτη δύο, ἐφʼ ὧι ἀποδώσουσιν αὐτῶι φόρον καθʼ ἕκαστον ἔτος ἐρίφων
ἑξαμηνιαίων διακοσίων δεκάεξ.ἀποδότωσαν δὲ Δημήτριος καὶ Λιμναῖος Ἰάσονι τούτου τοῦ φόρου
τὸ ἐπιβάλλον καθʼ ἑξάμηνον ἐρίφουςἑκατὸν ὀκτώ.ἐὰν δὲ μὴ ἀποδῶσι τὸν φόρον καθότι
ὡμολόγησαν,[…]τωσαν ἑκάστου ἐρίφου ὧν ἂν ἐνοφειλήσωσι παραχρῆμα τιμὴν δραχμὰς
δέκακαὶ ἐξέστω Ἰάσονι πάλιν ἀφελέσθαι αὐτῶν τὰς αἰγας[…]
[…]ἀφεύρωσι τοῦ προγεγραμμένου[…]
[…]Λιμναίωι τὰς αἶγας[…]
[v]
[…] Σωνίκου Λυσανίου
[…] Ἀγάθωνος Ἑρμίου
[…] ΝικίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.