no image
DDbDP-text
Linked by Trismegistos ID
TM 10120.
Each record below describes this same artifact or text from a different angle.
[…]…μις προβάτων ν αἰγων β
ἔτους ἑνὸς καὶ εἰκοστοῦ τῆς Καίσαρος κρατήσεως Θεοῦ υἱοῦ Σεβαστοῦ Δείου δευτέρᾳ καὶ εἰκάδι Θὼθ δευτέρᾳ καὶ εἰκάδι ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου
νομοῦ. ἐμίσθωσεν Γάιος Ἰούλιος Κίσσος Διοκλεῖ καὶ Διοδώρῳ τοῖς δυσὶ Ἀφροδισίου Πέρσαις τῆς ἐπιγονῆς ἀπὸ τῶν ὑπαρχόντων κατʼ ε……ισουτ…[…]
[…] Μάρωνος πρόβατα τέλεια σύμμικτα πεντήκοντα αἶγας
δύο ἀθάνατα, ἅπερ παρειλήφασιν οἱ μεμισθωμένοι ὑγιῆ ἀσινῆ εὐτροφοῦντα
τέλεια.παρειλήφασι δὲ εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ἑνὸς καὶ εἰκοστοῦ
ἔτους, τοῦ δὲ ὄντος φόρου κατʼ ἔτος ἑκάστου προβάτου ἀργυρίου δραχμῶν ἕνδεκα
τριωβόλου γινομένων ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμῶν πεντακοσίων ἑβδομήκοντα
πέντε τῶν πεντήκοντα προβάτων κατʼ ἔτος, ἀργυρίου δραχμῶν ἕξ καὶ ἑξήκοντα
τῶν δύο αἰγῶν κατʼ ἔτος ἀρεστῶν λευκῶν πόκων δύο ἡμίσους ἐξενίαυτον
[…]πάντα δὲ ἀνυπόλογα παντὸς ὑπολόγου καί ἀκίνδυνα παντὸς κινδύνου καὶ οὐκ ἐξέστω γοῦν τοῖς μεμισθωμένοις ἐντὸς τοῦ χρόνου προλιπεῖν
τὴν μίσθωσιν ἀλλὰ καὶ τὰς καθηκούσας τῶν προβάτων καὶ αἰγῶν τροφὰς καὶ …
[…]ηδ…ον…χ…ρ…… τῶν Γαίωι …[…]ν………
[…]…ως τῶν προβάτων ἐσομένη ἡ κατʼ ἔτος γονεία …
[…]οντων τ…τ…νθων……………………
ἐν δόσεσιν τρισὶ δότωσαν οἱ μεμισθωμένοι τῶι Γαίωι […]…
ἐν μησὶ Χοίαχ Φαρμοῦθι Μεσορὴ κατʼ ἀναφορὰν τὸ αἱροῦν ἐξ ἴσου[…]
[…] τοὺς δὲ πόκους …συν… ὁ Κίσσος συν…………
ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. τοῦ δὲ χρόνου πληρωθέντος
ἀποδότωσαν οἱ μεμισθωμένοι τὰ πεντήκοντα πρόβατα καὶ τὰς δύο αἶγας
ὑγιῆ ἀσινῆ εὐτροφοῦντα τέλεια τὰ μὲν πρόβατα …… σὺν πόκοις ἀλλὰ δὲ τὸ ……
[…]τὸ δὲ λοιπὸν …………ιν ἑκάστου ἀργυρίου δραχμ…
τῆς ἐκλογῆς οὔσης τῶι Γαίωι ἔχειν ἐὰν αἱρῆται τὰ πρόβατα ……
[…]ν τιμὴν ἐν τῇ ἀγορᾶι … . ἐὰν δέ τι τῶν προκειμένων
παραβαίνωσιν οἱ μεμισθωμένοι ἀποτεισάτωσαν Γαίωι παραχρῆμα τὸν φόρον …
[…]………………… τόκων […]
[…]ἐπίτιμον χαλκοῦ τάλαντα δέκα καὶ τὰ βλάβη ὄντ… καὶ εἰς
τὸ δημόσιον τὸ ἴσον, τῆς πράξεως οὔσης τῶι Γαίωι ἔκ τε τῶν μεμισθωμένων
καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶν πάντων καθάπερ
ἐκ δίκης[…]αντων βεβαιούτω αὐτοῖς Γάιος τὴν μίσθωσιν τήνδε[…]τὰς αἶγας καὶ τὰ πρόβατα καθαρὰ ἀπὸ δημοσίων πάντων.
ἔτους κα Καίσαρος Θὼθ κβ ἀνεγράφη διὰ …πολε γραφείου.
Διοκλῆς καὶ Διόδωρος οἱ δύο Ἀφροδισίου οἱ δύο
Πέρσαι τῆςἐπιγονῆς μεμισθώμεθα καθὰ πρόκειται πρόβατα πεντήκοντα αἶγας δύο ἀθάνατα
[…]ἀπὸ μηνὸς Θὼθ τοῦ ἑνὸς καὶ εἰκοστοῦ ἔτους
φόρου κατʼ ἔτος ἑκάστου προβάτου ἀργυρίου δραχμῶν ἕνδεκα τριωβόλου καὶ προσδιαγραφομένων τ…
[…]… πεντεκαίδεκα τῶν δραχμῶν
[…]πόκων δύο ἡμίσους
καὶ εν[…]…
[…]…νμονισο…ν…ι…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.