no image
DDbDP-text
Petition to a Beneficiarius via HGV-meta
Linked by Trismegistos ID
TM 10392.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Λεοντίῳ τῷ καὶ Ἰσιδώρῳ[…]…[…]……ν στατίζοντι ἐν τῷ Ἀρσινοίτῃ
παρὰ Αὐρηλίων Θαησίου καὶ Κυριλλοῦτος ἀμφοτέρων Κοπρῆ μητρὸς Σαραπιάδος
ἀπὸ κώμης Καρανίδος διʼ ἐκδίκου καὶ κηδεστοῦ τοῦ κατὰ μητέρα
θείου Αὐρηλίου Ἀμμωνίου Ἰσιδώρου ἀπὸ τῆς αὐτῆς κώμης
Καρανίδος. πολύτροποι τυγχάνουσι αἱ τῶν ἀνδρῶν πλεονεξίαι, ἀλλʼ ἐν τούτῳ
καταγινωσκόμενοι λοιπόν ἐστιν τῆς τοῦ μείζονος ἐπιστρεφείαςτὰ
τολμώμενα ἐκδικεῖν. ὁ προκίμενος ἡμῶν πατὴρ μετὰ τὴν τῆς ἡμῶν μητρὸς
τελευτὴν συνελθὼν ἑτέρᾳ γυναικί, τολμηθεὶς λυπρὸν χρόνον ἔμεινεν.
τούτου δὲ μέλλοντος τὸν βίον μεταλλάσσειν μετεκαλεσάμεθα τὴν προειρημένην αὐτοῦ γυναῖκα καὶ ταύτης ἐπυθόμεθα μήπως τι χρεωστῇ ὁ ἡμῶν πατὴρ αὐτῇ
τε ἢ ἑτέρῳ τινί, ἥτις ὡμολόγησεν μηδὲν αὐτὸν χρεωστεῖν. μετὰ δὲ τὴν τούτου τελευτὴν ἡ πανκάκιστος γυνὴ πρῶτον μὲν ὑπέβαλεν τὸν ἑαυτῆς
πατέρα καὶ ἐπηνάγκασεν ἐκ τῶν τοῦ πατρὸς ἡμῶν θρεμμάτων ὑφελέσθαι
πρόβατα εἰκοσιεπτά , καὶ ἐν τούτῳ προχωρήσαντος αὐτῇ ἔπειτα
προηνέγκατο ὡς χρεωστεῖται αὐτῇ ὑπὸ τοῦ πατρὸς χρυσίον μναιαῖον ἕν . διά τε μεσιτῶν φήσασα καὶ τοῦτο εὖγʼ ἀποδεικτὸν μὴ καταστήσασα, νῦν ἑτέρῳ τρόπῳ χρησαμένη βιβλίον ἡμῖν ἐπήνεγκεν ὡς γενόμενον ὑπὸ τοῦ προκιμένου ἡμῶν πατρὸς διʼ οὗ ἐνέγραψεν αὐτὸν τὸν πατέρα ὑπηλλαχέναι αὐτῇ
ἥμισυ μέρος δούλης ἀνθʼ ἧς κατεχρήσατο αὐτῆς προικός, τὰς ἀποδείξεις δὲ
ποιεῖσθαι οὐ δυνήσεται. τοῦτο γὰρ διαγορεύεται ὑπὸ τῶν νόμων τὰς ἐνγράφους
προῖκας διά τε χρυσοχόου καὶ ἠπητοῦ συντιμᾶσθαι, καὶ οὔτε μὴν αὐτῶν τὰ προικιμαῖα
ἀποδείξει οὔτε ὃ συνετάξατο γραμματεῖον τῆς ὑπαλλαγῆς τοῦ ἡμίσους μέρους
τῆς δούλης, ἴσως προορωμένη ὡς μὴ ὀρθῶς γεγενῆσθαι. μέλλουσαί τε περὶ τούτου ἀναδιδάσκειν τὸ μέγεθος τοῦ διασημοτάτου ἐπανορθωτοῦ Αὐρηλίου Ἀχιλλέως,
τὴν τῶν βιβλιδίων ἐπίδοσιν ποιούμεθα αὐτὸ τοῦτο μαρτυρόμεναι, ἀξιοῦσαι
διὰ σοῦ ἐπαναγκασθῆναι αὐτὴν τὰ ἴσα ἡμῖν ὧν προηνέγκατο ἀσφαλειῶν
παραδεῖξαι, τοῦτʼ ἔστιν τό τε προικιμαῖον καὶ ὑπάλλαγμα, ἵνʼ οὕτως διὰ τῶν ἀρχείων ταῦτα
ἀναζητήσασαι δυνηθῶμεν λέγειν πρὸς αὐτὴν ἐπὶ τοῦ μείζονος. οὐκ ὀλίγα γὰρ τελοῦμεν καὶἀπεπληρώσαμεν ὑπὲρ τοῦ προκιμένου ἡμῶν πατρὸς ὀχλήματα δημόσιά τε
καὶ ἰδιωτικὰ ὑπὲρ ἧς ἐσωματίσθη παμπόλλου δημοσίας τε καὶ ἰδιωτικῆς γῆς. διευτύχει.
ἔτους β τοῦ κυρίου ἡμῶν Λουκίου Δομιτίου Δομιτιανοῦ Σεβαστοῦ, Θὼθ η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.