Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.4.1049 342

Kaufvertrag via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 9447. Each record below describes this same artifact or text from a different angle.

  • Kaufvertrag HGV-meta Ptolemais Euergetis (Arsinoites, Ä342

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπὶ ὑπάτων τῶν δεσποτῶν Κωνσταντίου τὸ γ καὶ Κώνσταντος τὸ β Αὐγούστων […] ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρηλία Ἡσύχιον θυγάτηρ Ἀγάθου ἀπὸ βενεφικιαρίων γεουχοῦσα ἐν τα[…]…[…]μετὰ κυρίου ἐπιγραφομένου τοῦ συνόντος αὐτῇ ἀνδρὸς Αὐρηλίου Ἀθανασίου τοῦ[…]…νίνου βουλευτοῦ τῆς λαμπροτάτης Ἀλεξανδρείας τοῖς Αὐρηλίοις Ἀσόει καὶ Φιλαδέλφῳ ἀμφοτέροις …λονίου καὶ Παύλῳ Νεμεσίῳ καὶ Ὂλ […]ισίου τοῖς τέσσαρσιν ἀπὸ κώμης Φιλαδελφίας δευτέρου πάγου τοῦ Ἀρσινοίτου νομοῦ πεπρακέναι τὴν ὁμολογοῦσαν Ἡσύχιον […]ε…ωσα… αὐτῇ τοῦ ἀνδρὸς Ἀθανασίου τοῖς αὐτοῖς Ἀσόει καὶ Φιλαδέλφῳ καὶ Παύλῳ καὶ Ὂλ καθὼς δεδήλωται […]κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῇ καὶ ἐλθουσῶν εἰς αὐτὴν ὥς φησιν ἀπὸ ὀνόματος τῆς μάμμης Αὐ[…]ς ἀπογραφὲν ὑπὸ αὐτης ἐπὶ Σαβίνῳ τῷ κηνσιτορεύσαντι ἀκολούθως τῇ ἐπʼ Ἐνεύνου ἀπογραφῇ περὶ τὴν αὐτὴν καὶ προειρημένην κώμην Φιλαδελφίας ἐπὶ τῆς ἕκτης σφραγῖδος ἐνδογν[…]…[…]τομ…σω προκι[…] γῆς ἀμπελων[…]…[…]ραμε…σιω, ἐν ᾧ φοίνικες διεσκορπισμένοι καὶ ἐλάϊνα φυτὰ ἰδιωτικῆς γῆς σπορίμης ἀφούρας τρεῖςἑκκαιδέκατον τετρακαιεξηκοστόν ὧν γείτονες καθὼς ἡ ἐπʼ Ἐνεύνου ἀπογραφὴ περιέχει ἀπὸ μὲν ἀνατολῶν χέρσος ἀδέσποτος διʼ ὅλου, ἀπὸ δὲ δυσμῶν Κυριλοῦτος κτῆσις ἔτι γεμη[…] …ησ[…]τος […]να…λλον […] ἀδεσπότων πρὸς παρα[…]νην ἀρουρῶν δύο ἢ ὅσον ἐὰν ὦσι ἐπὶ τοῖς οὖσι τῶν ὅλων ἐνγεγραμμένων ἀρουρῶν ὁρίοις καὶ ποτίστραις καὶ ἐκχύσεσι ἢ καὶ ταῖς καταφ[…]… γειτνίαις καὶ γονωσίαις καὶ ταῖς ἄλλαις χρήσεσιν καὶ δικαίοις πᾶσιν κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Ἡσύχιον ἐπὶ παρόντος καὶ τοῦ ἀνδρὸς αὐτῆς Ἀθανασίου παρὰ τῶν Αὐρηλίων Ἀσώει καὶ Φιλαδέλφου καὶ Παύλου καὶ Ὂλ τὴν συνπεφωνημένην τῶν πεπραμένων αὐτοῖς ὡς προδεδήλωται γῆς ἰδιωτικῆς σπορίμης ἀρουρῶν τριῶνἑκκαιδεκάτουτετρακαιεξηκοστοῦ ἐν ᾗ φοίνικες καὶ ἐλάϊνα φυτὰ καὶ χέρσου ἀρουρῶν δύο ἢ ὥσων ἐὰν ὦσιν τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου Σεβαστῶν νομίσματος δηναρίων μυριάδας τριακοσίας, αἵ εἰσιν τάλαντα δισχίλια , παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσειν αὐτήν τε τὴν ὁμόλογον Ἡσύχιον καὶ ταύτης ἄνδρα Ἀθανάσιον καὶ τοὺς παρʼ αὐτῶν τοῖς Αὐρηλίοις Ἀσώει καὶ Φιλαδέλφῳ καὶ Παύλῳ καὶ Ὂλ καὶ τοῖς παρʼ αὐτῶν τὰ κατὰ τὴν πρᾶσιν ταύτην τῶν αὐτῶν καὶ πεπραμένων αὐτοῖς ὡς προδεδηλωται ἀρουρῶν πάσῃ βεβαιώσει, ἃς καὶ παρέξονται ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιφαρείστους καὶ καθαρὰς ἀπὸ παντὸς ὀφειλήματος ἀπὸ μὲν δημοσίων τελῶν σιτικῶν τε καὶ κριθικῶν καὶ ἀργυρικῶν καὶ ἀννωνῶν καὶ γραφῶν καὶ ἐπερχομένων ἐπιβολῶν καὶ παντὸς ἁπαξαπλῶς εἴδους κατὰ τὴν […]δι… ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς καὶ ἀπὸ τοῦ νῦν τοὺς Αὐρηλίους Ἀσώειν καὶ Φιλάδελφον καὶ Παῦλον καὶ Ὂλ κρατεῖν αὐτοὺς καὶ κυριεύειν καὶ[…] καὶ […] κ[…]τῶν αὐτῶν πεπραμένων αὐτοῖς ὡς προδεδήλωται ἀρουρῶν καὶ τελεῖν τὰ αὐτὰ ὑπὲρ αὐτῶν δημόσια παντοῖα πάντα τελέσματα ἀπὸ τῆς εὐτυχεστάτης[…]ἑκκαιδεκάτης ἰνδικτίονος ἐπὶ τὸν ἅπαντα χρόνον διὰ τὸ καὶ τὴν ἐπικειμένην σπορὰν τῆς αὐτῆς καὶ προγεγραμμένης ἑκκαιδεκάτης ἰνδικτίονος ἄγειν πρὸς τὰ σαλάρια …[…]διον…ρ…[…]καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται, ἐφʼ ἃς καὶ μὴ ἐπιπορεύεσθαι μήτε αὐτὴν τὴν πεπρακυῖαν Αὐρηλίαν Ἡσύχιον μήτε τὸν αὐτῆς ἄνδρα Ἀθανάσιον μήδʼ ἄλλον ὑπὲρ αὐτῶν μηδένα κατὰ μηδένα τρόπον, ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἢ ἐνποιησόμενον τούτων χάριν ἀποστήσειν[…] τοῖςἰδίοις αὐτῶν δαπανήμασιν ἔτι καὶ πρὸς αὐτοὺς τοὺς ἀγοραστὰς τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ ἀναλώματα πάντα διπλᾶ […]ε…κ[…] μένειν δὲ ζήτησιν ὑπὲρ τῶν ἀνὰ χεῖρα χρόνον μέχρι τῆς ἐνεστώσης ιε ἰνδικτίονος καὶ αὐτῆς τῆς ἰνδικτίονος […]αι. περὶ δὲ τοῦ ταῦταοὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρηλία Ἡσύχιον θυγάτηρ Ἀγάθου ἀπὸ βενεφικιαρίων γεουχοῦσα ἐν Ἀρσινοίτῃ μετὰ κυρίου τοῦ ἀνδρὸς Αὐρηλίου Ἀθανασίου ὁμολογῶ πεπρακέναι τοῖς Αὐρηλίοις Ἀσόει καὶ Φιλαδέλφῳ καὶ Παύλῳ καὶ Ὂλ τοῖς μὲν τέσσαρσιν ἀπὸ κώμης Φιλαδελφίας δευτέρου πάγου τοῦ Ἀρσινοίτου νομοῦ[…] ου τρίτον καὶ τωλ…[…]…[…]ον μέρος τῶν προκιμένων ἀρουρῶν περὶ κώμην Φιλαδελφίαν ἐπὶ τῆς ἕκτης σφραγῖδος[…] […]τον ἐν ᾗ φοίνικες καὶἐλάινα φυτὰ καὶ χέρσου ἀρούρας δύο ἢ ὅσαι ἐὰν ὦσιν, αἱ γείτνιαι πρόκεινται, καὶ ἔσχον τὰς τοῦ ἀργυρίου Σεβαστῶν νομίσματος δηναρίων μυριάδας τριακοσίας ἐκ πλήρους ὡς πρόκειται. Αὐρήλιος Ἀθανάσιος ἔγραψα ὑπὲρ τῆς συμβίου μου τὰ πλεῖστα. Αὐρηλία Ἡσύχιον πέπρακα[…]καὶ ἔσχον τὴν τιμὴν καθὼς πρόκιται πλήρης. Αὐρήλιοι Ἀσώεις καὶ Φιλάδελφος καὶ Παῦλος καὶ Ὂλ γέγονεν εἰς ἡμᾶς ἡ ὁμολογία[…] […] ὡς πρόκιται. Αὐρήλιος Ἡρακλῆς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.