no image
DDbDP-text
Marriage - Contract via HGV-meta
Linked by Trismegistos ID
TM 21791.
Each record below describes this same artifact or text from a different angle.
ἀγαθῇ τύχῃ. ἐξέδοτο Αὐρηλία Θαῆσις Εὐδαίμονος μητρὸς Ἡραΐδος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ συνεστῶτος Αὐρηλίου Θέωνος
τοῦ καὶ Νεπωτιανοῦ καὶ ὡς χρηματίζει τὴν ἑαυτῆς θυγατέραν Αὐρηλίαν
Ταυσεῖριν πρὸς γάμον ἀνδρὶ Αὐρηλίῳ Ἀρσινόῳ Τρύφωνος μητρὸς Δημητρίας ἀπὸ τῆς αὐτῆς πόλεως, ᾧ προσφέρει ἡ αὐτὴ ἐκδότις ἐπὶ τῇ
αὐτῇ θυγατρὶ αὐτῆς καὶ γαμουμένῃ ἐν φερνῇ χρυσοῦ κοινοῦ σταθμῷ
Ὀξυρυγχιτικῷ περιτραχήλιον μανιάκην καλούμενον ἔχον λίθον
ὁλκῆς χωρὶς τοῦ λίθου τετάρτων δεκατριῶν , ἁπτώδιον ἔχον
λίθους πέντε περικεχρυσωμένους ὁλκῆς χωρὶς τῶν λίθων τετάρτων
τεσσάρων , ἐνωτίων ζεῦγος ἔχον πίνας δέκα ὁλκῆς χωρὶς τῶν πινῶν τετάρτων τριῶν , δακτυλίδιον μικρὸν τετάρτης ἡμίσους ,
καὶ ἐν ἱματίοις ἐν συντιμήσει δελματικομαφόρτην ἀργέντινον
ἔνσημον δραχμῶν διακοσίων ἑξήκοντα , χιτώνιον λευκὸν μοναχὸν κροσσωτὸν ἔνσημον δραχμῶν ἑκατὸν ἑξήκοντα , δελματικομαφόρτην καλλάινον δραχμῶν ἑκατόν , ἕτερον δελματικομαφόρτην λευκὸν προπόρφυρον δραχμῶν ἑκατόν , ὡς εἶναι ἐπι τὸ αὐτὸ τὴν ὅλην φερνὴν χρυσοῦ κοινοῦ μναιαῖον ἓν τετάρτας τέσσαρας
ἥμισυ καὶ συντιμήσεως ἱματίων δραχμὰς ἑξακοσίας εἴκοσι ,
πάντα κεφαλαίου οἷς οὐδὲν προσεγράφη, περὶ ἧς προκειμένης φερνῆς
ἐπερωτηθεὶς ὑπὸ τῆς ἐκδότιδος Αὐρηλίας Θαήσιος ὡμολόγησεν ὁ γαμῶν
Αὐρήλιος Ἀρσίνοος ἐσχηκέναι ἀριθμοῦ πλήρεις ἐπὶ τοῦ προκειμένου
σταθμοῦ καὶ συντιμήσεως. συνβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως φυλάσσοντες τὰ τοῦ γάμου δίκαια, ὁ δὲ γαμῶν
ε…[…]… χορηγείτω τῇ γυναικὶ τὰ δέοντα πάντα κατὰ δύναμιν.
ἐὰν δέ, ὃ μὴ εἴη, ἐκ διαφορᾶς ἀπαλλαγὴ τῶν γαμούντων γένηται,
ἀποδότω ὁ γαμῶν τῇ ἐκδότιδι, ἐὰν περιῇ, εἰ δὲ μή, τῇ γαμουμένῃ,
τὴν προκειμένην φερνὴν πλήρη ἐν ἡμέραις ἑξήκοντα ἀφʼ ἧς ἐὰν
αἴτημα γένηται, τὰ μὲν χρυσία κατʼ ἀρίθμησιν τοῦ ἐφʼ ἑκάστου σταθμοῦ,
ἐπὶ δὲ τῶν ἐπὶ συντιμήσεως ἱματίων αἵρεσις ἔσται περὶ τοὺς περὶ τὴν
γαμουμένην ἔχειν αὐτὰ τῆς τότε ἐσομένης αὐτῶν συντιμήσεως
καὶ λαβεῖν τὸ ἐνδέον ἐν ἀργυρίῳ ἢ αὐτὴν τὴν προκειμένην συντίμησιν, καὶ τὴν τούτων πάντων τρίψιν καὶ ἀπουσίαν εἶναι πρὸς τὸν γαμοῦντα. ἐὰν δὲ καὶ ἐπὶ τῆς ἀπαλλαγῆς ἐγκυος ᾖ ἡ γαμουμένη, δότω αὐτῇ
ὁ γαμῶν εἰς λόγον δαπάνης λοχείας δραχμὰς τεσσαράκοντα . ἐπὶ δὲ τῆς
ἀπαιτήσεως τῆς προκειμένης φερνῆς ἡ πρᾶξις ἔσται τοῖς περὶ τὴν γαμουμένην παρά τε τοῦ γαμοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων.
κυρία ἡ συνγραφὴ δισσὴ γραφεῖσα πρὸς τὸ ἑκάτερον ἔχειν μοναχόν, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῶνται ἢ καί τις αὐτῶν δημοσιώσει διὰ τοῦ καταλογείου
οὐ προσδεόμενος τῆς τοῦ ἑτέρου μεταλήμψεως οὐδὲ ἑτέρας εὐδοκήσεως
διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα
ὀρθῶς καλῶς γείνεσθαι ἀλλήλους ἐπερωτήσαντες ὡμολόγησαν.
ἔτους ζ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου
Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν
καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνείνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου
Καίσαρος Σεβαστῶν Μεχεὶρ β. Αὐρηλία Θαῆσις ἐξεδόμην
τὴν θυγατέραν μου πρὸς γάμον τῷ προτεταγμένῳ
Ἀρσινόῳ καὶ προσήνεγκα αὐτῷ τὴν προκειμένην φερνὴν ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος
Θέων ὁ καὶ Νεπωτιανὸς συνέστην αὐτῇ καὶ ἔγραψα ὑπὲρ
αὐτῆς μὴ εἰδυίης γράμματα. Αὐρήλιος Ἀρσίνοος
ἔσχον τὴν προκειμένην φερνήν
καὶ ἐάν, ὅ μὴ εἴη, ἀπαλλαγὴ γένηται, ἀποδώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.