no image
DDbDP-text
Receipt for Personal Effects via HGV-meta
Linked by Trismegistos ID
TM 21954.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ τοῦ πατρὸς Αὐγούστων τὸ ι καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ τὸ ἕβδομον πρὸ μιᾶς Καλανδῶν Σεπτεμβρίων.
Αὐρηλία Διδύμη θυγάτηρ Ἀρίου, διʼ ἐμοῦ τοῦ κατασταθέντος αὐτῆς ἐπιτρόπου κατὰ τοὺς γεγονότας ἐπὶ Αὐρηλίων Γρηγορίου τοῦ καὶ Θέωνος
[…]…τους Ἀρσενίου γενομένων ἐνάρχων ὑπομνηματογράφων ὑπομνηματισμοὺς τῷ ιδ ἔτει καὶ β ἔτει Μεχεὶρ
[…]Μάρκου Αὐρηλίου Ὡρίωνος Μάρκου Αὐρηλίου Ἀπολλωνίου τοῦ Ἰσιδώρου Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως, Αὐρηλίῳ Μέλανι Μαξίμου κοσμητεύσαντος τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διὰ τῆς συμβίου Αὐρηλίας Θεοδώρας Εὐδαίμονος ἀπὸ τῆς αὐτῆς χαίρειν.
ὁμολογῶ ἀπεσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τὰ εὑρεθέντα παρὰ σοὶ τῆς μητρός μου Ἀρτεμῖτος τὸν βίον ἀναπαυσαμένης
[…]ω
χρυσοῦ μὲν πρώτου σταθμῷ Ἀλεξανδρινῷ οὐγκίας δύο γράμματα τέσσαρα παρὰ κεράτιον ἕν , καὶ ἀφʼ ὧν εἶχες αὐτῆς κατὰ χειρόγραφον
[…] πραγματείας ἀργυρίου ταλάντων εἴκοσι τάλαντα δεκατέσσαρα πλήρη ἀριθμοῦ διὰ χειρός, τῶν δὲ ὑπολοίπων ταλάντων
ἓξ ἀποδοθέντων αὐτῇ τῇ μητρί μου περιούσῃ, κλινίδιον ξύλινον, τυλεῖα μικρὰ τριβακὰ δύο , στρωμάτια τριβακὰ δύο ,
[…] ἰδιόχρωμον μεσοτριβακόν, ὑπολύχνιον, τραπέζιον, κιθώνιον παιδικὸν τριβακόν, τὰ πάντα ἐκ πλήρους
[…]…[…]να…[…]οὐδὲ περὶ ἄλλου οὐδενὸς ἁπαξαπλῶς τῷ καθόλου ἐνγράφου ἢ ἀγράφου πράγματος ὀφειλήματος
[…] τὸ σύνολον ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης
ἡμέρας καθʼ ὁντιναοῦν τρόπον ?, καὶ ἀναδεδωκέναι εἰς ἀκύρωσιν τὸ προκίμενον τῶν ταλάντων εἴκοσι γραμμάτιον. τὴν δὲ
ἀποχὴνταύτην[…]σοι ἐξεδόμην πρὸς ἀσφάλειάν σου διὰ τοῦ ἐπιτρόπου ἀγραμμάτων ὄντων ὑπογράφοντος, ἥτις
κυρία ἔστω πανταχοῦ ἐπιφερομένη, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλεία Διδύμη Ἀρίου διʼ ἐμοῦ τοῦ ἐπιτρόπου Μάρκου
Αὐρηλίου Ὡρίωνος ἔσχον παρὰ Αὐρήλίου Μέλατος διὰ τῆς συμβίου Αὐρηλίας Θεοδώρας τὰς προκιμένας
χρυσοῦ οὐγκίας δύο γράμματα τέσσαρα παρὰ κεράτιον ἕν καὶ τὰ τῆς λοιπάδος ἀργυρίου τάλαντα δεκατέσσερα πλήρης,
καὶ ἔσχον τὴν προκιμένην κατασκευὴν ἐκ πλήρους, καὶ οὐδένα λόγον ἔχω πρὸς αὐτὸν περὶ οὐδενὸς τοῦ καθόλου
εἰς τὸ λοιπόν, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα ὡς πρόκειται. Αὐρήλειος Ὡρείων ἔγραψα ὑπὲρ αὐτῆς κελεύσει
τῆς προγεγραμμένης Αὐρηλίας Διδύμης γράμματα μὴ εἰδυίης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.