no image
DDbDP-text
Application concerning a Remarriage via HGV-meta
Linked by Trismegistos ID
TM 21874.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
[… ? lines lost …]
[…]…[…]…[…]
[…]…[…]…ν[…]να ὑποστειλα[…]
[…]εισα[…]…[…]ην ἀμπέλου πρόσοδον[…]λόγου ὀκταδράχμου[…]
[…]ι[…]ων καὶ ἄλλων[…]…[…]δραχμῶν […]ακισχιλίων τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον
χωρὶς ὧν διέγραψεν ἡ Ἀπολλωνάριον ἀργυρίου ταλάντων τριῶν καὶ πρός, ἐν οἷς καὶ ἡ προσενεχθεῖσα ὑπὸ τῶν γονέων αὐτῆς
τῷ Ὡρείωνι προὶξ ἅμα τῇ τοῦ γάμου αὐτῶν προσελεύσει, ἥτις συνγραφὴ ἐλύθη τῷ διελθόντι ϛ ἔτει μηνὶ Θὼθ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης. εἰς δὲ τὰ ἄλλα ὀφειλόμενα ὑπʼ αὐτῆς ἐπὶ τόκοις ἐπακολουθήσει ἡ Ἀπολλωνάριον γράμματα ἐκδιδομένη τῆς
ἐπακολουθήσεως τῷ Ὡρείωνι ἕως ἂν τὰ ἄλλα ὑπὲρ αὐτῆς ὀφειλόμενα πληροφορηθῇ. ἀμφότεροι δὲ ἥ τε Ἀπολλωνάριον καὶ
ὁ Ὡρείων ἐξομολογοῦνται τὸν καὶ διὰ τῆς περιλύσεως ἐξομολογηθέντα γεγονότα ἑαυτοῖς ἐξ ἀλλήλων υἱὸν Χαιρήμονα τὸν καὶ
Φαῦστον ὄντα πρὸς τὸ ἐνεστὸς ζ ἔτος ἐτῶν ε. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως καθὰ καὶ πρότερον συνεβίουν
φυλάσσοντες τὰ τοῦ γάμου δίκαια, ὁ δὲ γαμῶν καὶ ἐπιχορηγείτω τῇ γυναικὶ τὰ δέοντα κατὰ δύναμιν. ἐὰν δέ, ὃ μὴ εἴη, ἐκ διαφορᾶς
ἀπαλλαγῶσι ἀλλήλων, ἐὰν μὲν πρὶν ἢ πληρωθῆναι τὸν Ὡρείωνα τοῖς προκειμένοις αὐτοῦ ταλάντοις δυσὶ καὶ δραχμαῖς τρισχιλίαις καὶ τοῖς συναχθησομένοις τόκοις, ἀντιλήμψεται ὁ Ὡρείων τῶν προσόδων τῶν τῆς Ἀπολλωναρίου ὑπαρχόντων ἕως οὗ ἂν
πληρωθῇ, τελῶν τὰ ὑπὲρ αὐτῶν δημόσια καὶ χορηγῶν τῇ Ἀπολλωναρίῳ εἰς διατροφὴν κατʼ ἔτος πυροῦ ἀρτάβας πεντήκοντα μέτρῳ
τῷ προκειμένῳ καὶ οἴνου κεράμια πεντήκοντα πέντε , καὶ τοῖς ἄλλοις εἴστοτε φανησομένοις αὐτῆς δανεισταῖς ἀποδώσει. ἀφʼ οὗ δʼ ἂν
ἡ πάντων ἀπόδοσις γένηται, ἔκτοτε ἡ Ἀπολλωνάριον ἀντιλήμψεται τῶν ὑπαρχόντων αὐτῆς, ἐπὶ δὲ πάντων καθότι πρὸς ἀλλήλους
συνεχώρησαν. κυρία ἡ συνγραφὴ ἥνπερ ὁπηνίκα ἐὰν αἱρῶνται οἱ γαμοῦντες ἢ καί τις αὐτῶν καὶ διὰ δημοσίου ἀνοίσουσιν, τῶν τελῶν καὶ γραμματικῶν ὄντων πρὸς ἀμφοτέρους. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος
Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου
Ἀντωνίνου Σεβαστῶν Φαρμοῦθι ιγ. ἔστι δὲ τῆς αἰτήσεως τοῦ κυρίου
ἀντίγραφον. Ἀμμωνιανὸς βασιλικὸς γραμματεὺς Ὀξυρυγχείτου διαδεχόμενος τὴν στρατηγίαν· εἰ μηδὲν ἀντιπίπτει, μηδενὸς δημοσίου ἤτοι ἰδιωτικοῦ καταβλαπτομένου, δύνασαι ὡς ἀξιοῖς ἐπισταμένη γράμματα κυρίῳ χρήσασθαι τῷ Εὐδαίμονι
πρὸς μόνην ταύτην τὴν οἰκονομίαν. ἐσημειωσάμην. ἔτους ζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου
Ἀντωνίνου Σεβαστῶν Φαρμοῦθι[…] Ἀμμωνιανῷ βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Ἀπολλωναρίου
Χαιρήμονος […]…[…]ἀπʼ Ὀξυρύγχων πόλεως μητρὸς Καρποκρα[…]τιος. ἐπισταμένη γράμματα καὶ ποιουμένη πρὸς τὸν
προσυνόντα μοι ἄνδρα Ὡρείωνα Ἱέρακος ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως γαμικὴν συνγραφὴν
διʼ ἧς ἀσφάλεια δίδοται τῷ Ὡρείωνι ὧν ηὐχρήστησέν μοι καὶ διέγραψε τῷ διελθόντι ϛ ἔτει ἐπὶ τὴν δημοσίαν τράπεζαν εἰς λόγον
ἧς ἀπῄτηθην […]ἀμπέλου προσόδου, ἔτι τε καὶ ἐξομολογουμένη σὺν αὐτῷ τὸν γεγονότα ἡμῖν ἐξ ἀλλήλων υἱὸν Χαιρήμονα
τὸν καὶ Φαῦστον, ἅμα καὶ ταῖς διὰ τῆς συνγραφῆς ἐνγραφησομέναις ἐξ συμφώνου περὶ τῆς συμβιώσεως ἡμῶν διαστολαῖς,
αἰτοῦμαι διὰ σοῦ πρὸς μόνην ταύτην τὴν οἰκονομίαν ἐπιγραφῆναί μου κύριον Εὐδαίμονα Ἀγήνορος τοῦ καὶ Θεοξένου Ἀπολλωνίου
μητρὸς Ταεῦτος τῆς καὶ Δημητροῦτος ἀπὸ τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. διέγραψα δὲ τὸ ὡρισμένον τῆς αἰτήσεως
τέλος. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου
καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Φαρμοῦθι α. Ἀπολλωνάριον Χαιρήμονος ἐπιδέδωκα. Εὐδαίμων Ἀγήνορος εὐδοκῶ. Ἀπολλωνάριον Χαιρήμονος συνῆλθον τῷ προόντι ἀνδρὶ Ὡρείωνι πρὸς γάμου κοινωνίαν καὶ ἔσχον τὰ τοῦ ἀργυρίου
τάλαντα β ἥμισυ , γείνονται δραχμαὶ μύριαι πεντακισχίλιαι , καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. Εὐδαίμων Ἀγήνορος αἰτηθεὶς
ἐπιγέγραμμαι τῆς Ἀπολλωναρίου κύριος. Ὡρείων Ἱέρακος συνῆλθον τῇ Ἀπολλωναρίῳ πρὸς γάμου κοινωνίαν ἐπὶ πᾶσι τοῖς προκειμένοις, καὶ συνεθέμην τῇ Ἀπολλωναρίῳ ἐπάν, ὃ μὴ εἴη, ἀπαλλαγῶμεν δοῦναι ἐνοίκησιν τὴν πατρῴαν οἰκίαν ἐπʼ ἀμφόδου Δεκάτης.
τοῦτο δὲ βουλόμενος ἐν δημοσίῳ γενέσθαι δίδωμι τῇ πόλει διὰ τὸ μοναχὸν αὐτὸ εἰναι καὶ μὴ περιέχειν τὰς περὶ τῆς διαθέσεως
διαστολὰς τὰς ὁρισθείσας δραχμὰς ιβ, ἀξιῶ ἀναλαβόντας αὐτὸ παρʼ ἐμοῦ ὑποκεχειρογραφημένον ὑπʼ ἐμοῦ περὶ τοῦ εἶναι τὰς ὑπὸ αὐτὸ
ὑπογραφὰς ἰδιογράφους, τὴν πρώτην τῆς Ἀπολλωναρίου καὶ τὴν ἑξῆς τοῦ κυρίου αὐτῆς συνγραψαμένου καὶ τὴν τελευταίαν
ἐμοῦ τοῦ Ὡρείωνος, συνκαταχωρίσαι αὐτὸ τῷδε τῷ ὑπομνήματι τὸ μὲν αὐθεντικὸν εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην, τούτου
δὲ τὸ ἴσον εἰς τὴν τοῦ Ναναίου, καὶ συντάξαι γραφῆναι τῷ τοῦ Ὀξυρυγχείτου νομοῦ στρατηγῷ μεταδοῦναι τῇ Ἀπολλωναρίῳ τούτου ἀντίγραφον, ἵνα εἴδῃ αὐτὴ ἀπὸ τοῦ νῦν μένοντά μοι τὰ ἀπὸ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ. ὡς καθήκει. ἔτους θ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Ἁθὺρ γ. ἐσημειωσάμην. τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν γενέσθαι τῇ Ἀπολλωναρίῳ ὡς καθήκει. ἔτους θ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ
Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Καίσαρος Σεβαστοῦ Παῦνι ι.
[Fr1]
[…]αυνι…[…]
[Fr2]
[…]κα[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.