no image
DDbDP-text
Marriage Contract via HGV-meta
Linked by Trismegistos ID
TM 15648.
Each record below describes this same artifact or text from a different angle.
[Fr1]
ἐξέδοντο Ἡρακλείδης Σεῶτος τοῦ Ἡρακλείδου μητρὸς Ταοννώφριος καὶ ἡ γυνὴ Διονυσία
Ἁρποκρατίωνος τοῦ Ἡρακλείδου μητρὸς Μασσαλείνης ἀμφότεροι
ἀπʼ Ὀξυρύγχων πόλεως, ἡ Διονυσία μετὰ κυρίου τοῦ ἀνδρὸς Ἡρακλείδου, τὴν ἀμφοτέρων θυγατέρα Χαιρημονίδα Διονυσαπολλοδώρου Διονυσίου τοῦ καὶ Χρησίμου Διονυσίου
ἀπὸ τῆς αὐτῆς πόλεως μητρὸς[…]Ἀπολλωνίου τοῦ Ἱέρακος ἀστῆς ᾧ προσύνεστιν κατὰ χειρόγραφον συνγραφὴν γεγονυῖαν τῷ ιβ ἔτει
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἣν ἀνέδοσαν ἀλλήλοις εἰς ἀκύρωσιν ἀρκούμενοι τῇδε τῇ διὰ δημοσίου συνγραφῇ ἐν ἀγυιᾷ […]
γυναῖκα γαμετήν, ἐφʼ ᾗ ἔσχηκεν ὁ γαμῶν ἅμα τῇ συνελεύσει παρὰ μὲν τοῦ πατρὸς Ἡρακλείδου ἐν φερνῇ ἀργυρίου τάλαντον α καὶ χειροψέλλιον καὶ …φ[…]
ἀμφότερα χρυσοῦ σταθμῷ Ὀξυρυγχίτῃ μναιαίων β ἐν συντιμήσει δραχμῶν χ καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τ, γείνονται ἐπὶ τὸ αὐτὸ τῆς φερνῆς τάλαντον α καὶ δραχμαὶ ϡ κεφαλαίου, αἷς οὐδὲν προσῆκται, παρὰ δὲ τῆς μητρὸς
Διονυσίας ἐν παραφέρνοις ἐνωτίων χρυσῶν ζεῦγος τετάρτης α , καὶ πάλλιον χρωμάτινον, κασσιτέρου ἐνεργοῦ ὁλκῆς μνᾶς ιε, ζῴδιον Ἀφροδίτης, στάμνον, κάτοπτρον δίπτυχον κασιωτικόν,
διφρ[…]…[…] μυροθήκην ξυλίνην[…]…μ δίφρους γυναικείους …[…]…αρτ δὲ τὰ γενόμενα τοῖς γαμοῦσιν ἐξ ἀλλήλων τέκνα Ἀθην…[…]
…[…] καὶ Διον καὶ …[…] καὶ Η…… οἱ δʼ αὐτοὶ τῆς γαμουμένης γονεῖς Ἡρακλείδης καὶ Διονυσία […] προσμερίζουσι μετὰ τὴν ἑαυτῶν τελευτὴν τῇ θυγατρὶ Χαιρημονίδι,
ἐὰν ζῇ, εἰ δὲ μὴ, τοῖς οὖσι καὶ ἐπεσομένοις αὐτῇ ἐκ τοῦ γαμοῦντος τέκνοις, ὁ μὲν πατὴρ Ἡρακλείδης τὰς ὑπαρχούσας αὐτῷ περὶ μὲν Σενεψαὺ ἐκ τοῦ Διονυσοδώρου
[…]……[…]…[…]…[…]Νετρὼ ἐκ τοῦ Φίλωνος κλήρου ἄρουραν α 𐅵, καὶ ἐκ τοῦ Βακχυλ καὶ Καράβου ἀρούρης 𐅵 δ η, ἡ δὲ μήτηρ Διονυσία τὴν ὑπάρχουσαν αὐτῇ ἐν κ[…]
[…] ἕξει δὲ ὁ γαμῶν ἐφʼ ὅσον σύνεστιν τῇ γαμουμένῃ, ὡς καὶ προέσχε, εἰς τὴν κοινὴν βιοτείαν καὶ ἀπὸ τοῦ ἐνεστῶτος κα ἔτους τὴν κ[…]
[…]… τῇ γαμουμένῃ ὑπὸ τοῦ πατρὸς ἀρουρῶν ε η, καὶ τὴν ἐνοίκησιν καὶ ἐνοίκια τῆς μερισθείσης αὐτῇ ὑπὸ τῆς μητρὸς οἰκίας καὶ αἰθρίου καὶ τοὺς προς… αὐτ τόκους τοὺς ἐν ἀργυρίου δραχμαῖς …, οὐκ ἐξόντος τοῖς γαμοῦσιν
οὐδὲ ἃ ἐμέρισαν ὡς πρόκειταιὑποτίθεσθαι οὐδʼ ἑτέροις μερίζειν οὐδʼ ἄλλως καταχρηματίζειν οὐδὲ ἀφαιρεῖσθαι τὴν καρπείαν καὶ ἐνοίκησιν καὶ ἐνοίκια.
[…]…ης συνγραφῆς τὰ ὑπάρχοντα αὐτ ἐν μὲν Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Λυκίων Παρεμβολῆς …… οἰκίαν καὶ αὐλὴν καὶ χρηστήρια, περὶ δὲ
[…] καὶ ἀμπελικὸν κτῆμα, ὅσων ἐὰν ἦν ἀρουρῶν, καὶ τὰ τούτου ὑδρεύματα καὶ χρηστήρια καὶ ἐποίκιον καὶ ἡλιαστήριον, οὐκ ἐξόντος[…]καταχρηματίζειν χωρὶς εὐδοκήσεως τῆς γαμουμένης. συνβιούτωσαν ἀλλήλοις ἀμέμπτως οἱ γαμοῦντες καὶ χορηγείτω ὁ γαμῶν
τῇ γαμουμένῃ καὶ τοῖς ἐξ ἀλλήλων τέκνοις τὰ δέοντα κατὰ δύναμιν. ἐὰν δὲ διαζυγῶσιν ἀλλήλων οἱ γαμοῦντες οὐκ ὄντων αὐτοῖς ἐξ ἀλλήλων τέκνων ἀποδότω ὁ γαμῶν τὰ
μὲν παράφερνα παραχρῆμα, οἷα ἐὰν ἦν, μηδεμιᾶς πρὸς αὐτὸν τρίψεως μηδὲ ἀπουσίας ἐνλογουμένης, ἐπὶ δὲ τῶν ἐν αὐτοῖς ἱματίων […]
[…] ταλαντ α δραχμ ϡ ἐν ἡμέραις ξ ε…[…]……περι…[…]…[…]…σης […]
[…]………[…]ωσταθ ……[…]
[…] γαμ …λ …[…]…[…]
τὰ παράφερνα ὡς ἐπάνω δεδήλωται[…]
[…]…… γαμου…[…]
[… ? lines lost …]
[Fr2]
[… ? lines lost …]
[…] φερνὴν
[…]… ἱμάτια καὶ χρυσᾶ σὺν τῇ ἐσομένῃ
[…]……η γαμο απο λ…
[…]……τ ἀποδότω ὁ γαμῶν τῇ
[…] ἐξ ἀλλήλων τέκνοις
[… ? lines lost …]
[Fr3]
[… ? lines lost …]
[…]… ἀρουρ … ……
[…]… Παώμει … δραχμ καὶ αι…[…]
[…]…αν μετὰ τὴν […]
[… ? lines lost …]
[Fr4]
[… ? lines lost …]
[…]…[…]…[…]
[…]παραλημψ…[…]
[…]…μ……η[…]
[…]… αυτη η τὰ τέκνα δια…[…]
[…]… ἐὰν ἡ γαμουμένη τὰ τέκνα[…]
[…]νομ αὐτῆς πάντα […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.