no image
DDbDP-text
Repayment of Loan via HGV-meta
Linked by Trismegistos ID
TM 10426.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Σαραπίων Ἑρμείου βουλευτὴς τῆς λαμπρᾶς Ἀντινόου πόλεως Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου ἀπὸ κώμης Καρανίδος χαίρειν. ὁμολογῶ διὰ τῆσδε τῆς ἀσφαλείουἀσφαλίου ἀπειληφέναι παρὰ σοῦ ἃ εὐχρήστησέν σοι ἀγράφως ὁ ἡμέτερος προνοητὴς Αὐρήλιος Χαιρήμων ἔτι ἄνωθεν ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα τριά κοντα, γίνονται τάλαντα λ, πλήρης, περὶ ὧν καὶ οὐδένα λόγον ἔχω πρός σε οὐδὲ ἐπελεύσομαι οὔτε ἐγὼ ὁ Σαραπίων οὔτε ὁ Χαιρήμων ἢ οἱ παρʼ ἐμοῦ ἢ παρʼ ἡμῶν διὰ τὸ μετὰ καλῆς πίστεως ταῦτά σε ἀποκαθεστηκέναιἀποκατεστηκέναι. ἐπὰν δὲ ἐν καιρῷ τινι ὄχλησιν ἤ τινα ζήτησιν περὶ τοῦ προ κιμένου τούτου ἀργυρίου ὑπό τινος πάθῃς ἐγὼ αὐτὸς ὁ Σαραπίων ἀποστήσω παραχρῆμα τοῖς ἰδίοις μου δα πανήμασιν πρὸς τὸ κατὰ πάντα τρόπον τὸ ἀσφαλὲς καὶ ἀμέ ριμνόν σοι ὑπʼ ἐμοῦ ὑπαρχθῆναι. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικινίου Σεβαστῶν τὸ β Παχὼν θ. Αὐρήλιος Σαραπίων Ἑρμείου ὁ προκίμενος βουλευτὴς ἀπέσχον παρὰ τοῦ Εἰσιδώρου ἃ εὐχρήστησεν αὐτῷ ἀγρά φως ὁ ἡμέτεροςἑμέτερος προνοητὴς Χερήμων ἀργυρίου τάλαν τα τριάκοντα πλήρης, περὶ ὧν καὶ οὐδένα λόγον ἔχω πρὸς αὐτὸν ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἀποστήσω ὡς πρόκιται. καὶ ἐπερωτηθεὶςἐπερωτητὶς ὡμολόγησα. Αὐρήλιος Χαιρήμων προνοητὴς τοῦ Σαραπίωνος εὐδοκῶ τῇδε τῇ ἀποχῇ τοῦ προκειμένου ἀργυρίου τῶν ταλάντων τριάκοντα ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.