Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.52.3690

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὡμολόγηται ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Παῦνι ζ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ὁμολογεῖ Σαραπίων Ἀδράστου τοῦ Διονυσίου μητρὸς Ἀρσινόης Θέωνος ἀπʼ Ὀξυρύγχων πόλεως τῷ ἑαυτοῦ ὁμογνησίῳ ἀδελφῷ Θέωνι ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ παρακεχωρηκέναι αὐτῷ ἀφʼ ὧν ἔχει προσαπογραφέντων ὑπʼ αὐτοῦ εἰς τὸ τῶν ἐνκτήσεων βιβλιοφυλάκιον τῇ τετράδι τοῦ ἐνεστῶτος μηνὸς Παῦνι πατρικῶν κεκληρωμένων ὑπʼ αὐτοῦ ἐξ ἧςος πεποίηται σὺν τῷ αὐτῷ ἀδελ φῷ αὐτοῦ Θέωνι καὶ ἑτέροις αὐτῶν ὁμογνησίοις ἀδελφοῖς Δίῳ καὶ Ἀδράστῳ καὶ ἑτέρῳ Δίῳ καὶ Εὐδαίμονι καὶ Ζωΐδι τῇ καὶ Νεμεσοῦτι καὶ Διδύμῃ διὰ τοῦ αὐτοῦ μνημονείου τῷ τρισκαιδεκάτῳ ἔτει θεοῦθεαυ Τραϊανοῦ Φαμενὼθ διαιρέσεως περὶ Τααμίρη τῆς Θμοισεφὼ τοπαρχίας ἐκ τοῦ Ἀλέξωνος κλήρου ἀφʼ ὧν ἦξαν εἰς διαίρεσιν ἐκ τοῦ αὐτοῦ κλήρου ἀρουρῶν δεκαεννέα τάς τε πρότερον τῆς τηθίδος αὐτοῦ Ζωΐδος τῆς καὶ Νεμεσοῦτος, ὡς καὶ διὰ τῆς διαιρέσεως ἀνελήμφθησαν, ἀρούρας πέντε οὔσας κατοικικῆς καὶ ὠνημένης εἰς κατοικίαν, ἃς δηλοῖ ὁ ὁμολογῶν εἶναι ἐν μιᾷ σφραγῖδισφραγεῖδι καὶ τὰς πρότε ρον τοῦ κατὰ πατέρα αὐτοῦ πάππου Διονυσίου Δίου δύο οὔσας ὠνημένης εἰς κατοικίαν, ἃς ὁμοίως δηλοῖ ὁ ὁμολογῶν εἶναι ἐν μιᾷ σφραγῖδισφραγεῖδι, τὰς ἐπὶ τὸ αὐτὸ γῆςτης σιτοφόρουσειτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἀρούρας ἑπτὰ τῶν ἐπετείων τούτων ἐκφορίων ὄντων τοῦ Σαραπίωνος, γείτονες τῶν μὲν ἐν μιᾷ σφραγῖδισφραγεῖδι ἀρουρῶν πέντε νότου ἐκἐγ μὲν τοῦ ἀπὸ ἀπηλιώτου μέρους Ἀπολλωνίου καὶ Κρονίου ἀμ φοτέρων Ἀδράστου, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς δημοσία γῆ, βορρᾶ Δημητρίας Διογένους τοῦ καὶ Μνησιθέου, ἀπηλιώτου πλευρισμός, λιβὸς τῆς προγεγραμμένης Δημητρίας καὶ ἑτέρων, τῶν δʼ ἄλλων ἐν τῇ ἑτέρᾳ σφραγῖδισφραγεῖδι ἀρουρῶν δύο νότου ἐκἐγ μὲν τοῦ ἀπὸ ἀπηλιώτου μέρους γύης, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς τῆς προγεγραμμένης Δημητρίας καὶ τοῦ ἀδελφιδοῦ αὐτῆς Σαραπίωνος, βορρᾶ τῶν προγεγραμ μένων Ἀπολλωνίου καὶ Κρονίου, ἀπηλιώτου ὁ δηλούμενος πλευρισμός, λιβὸς τῆς προγεγραμμένης Δημητρίας καὶ τοῦ ἀδελφιδοῦ Σαραπίωνος, ἵνʼ ὑπάρχωσι τῷ Θέωνι καὶ τοῖς παρʼ αὐτοῦ μεταλημψο μένοις αἱ παραχωρούμεναι αὐτῷ ὡς πρόκειται ἄρουραι ἑπτὰ σὺν τοῖς ἄλλοις τιμίοιςτειμίοις καὶ φιλανθρώποις κυρίως τὸν πάντα χρόνον· καὶ αὐτόθεν ἀπέχειν τὸν ὁμολογοῦντα Σαραπίωνα παρὰ τοῦ ἀδελ φοῦ Θέωνος τὰς συμπεφωνημένας ὑπὲρ παραχωρητικοῦ τῶν αὐτῶν ἀρουρῶν ἑπτὰ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακισχιλίαςτετρακεισχιλίας πεντακοσίας ἐκ πλήρους καὶ μηθὲν παρασυνγρα φήσειν τὸν ὁμολογοῦντα μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ περὶ τὴν παραχώρησιν ταύτην τρόπῳ μηδενί, ἀλλὰ καὶ ἐπάναγκον αὐτὸν παρέξεσθαιπαρέξασθαι τῷ ἀδελφῷ Θέωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰς αὐτὰς ἀρούρας ἑπτὰ διὰ παντὸς βεβαίας ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ μὲν γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, ὁμοίως διὰ παντὸς ἀπό τεδε δημοσίων καὶ τελεσμάτων πάντων τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος καὶ αὐτοῦ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. ἐὰν δέ τι τού των ὁ ὁμολογῶν παρασυνγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῷ παραχωρουμένῳ Θέωνι καὶ τοῖς παρʼ αὐτοῦ καθʼ ὃ ἐὰν παρασυνγραφῇ εἶδος τό τε βλάβος καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου δραχμὰς χιλίαςχειλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω. κυρία ἡ ἀποχή. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Παῦνι ζ. διὰ Χαιρήμονος τοῦ σὺν ἄλλοις ἐπιτηρητοῦ κεχρημάτισται. Σαραπίων ὁ σὺν ἄλλοις ὑποσχόμενος ἐπηκολούθηκα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.