Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.19.2236

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀμμωνίῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίου Σαραπίωνος Θέωνος τοῦ Διογένους μη τρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως καὶ παρὰ Αὐ ρηλίων Μώρου Σαρᾶτος μητρὸς Σισόιτος καὶ Πενιέρακος ατου μητρὸς Τααρθώνιος ἀμφοτέρων ἀπὸ τῆς αὐ τῆς πόλεως, τῆς δὲ Πενιέρακος χωρὶς κυρίου χρημα τιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ. συγχωροῦσι ὅ τε Μῶρος καὶ ἡ Πενιέραξ πεπρακέναι τῷ Σαραπίωνι ἀπὸ τοῦ νῦν εἰςἰς τὸν ἀεὶ χρόνον τὸ ὑ πάρχον αὐτοῖς ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου δρόμου Θοήριδος ἥμισυ μέρος οἰκιδίουοἰκειδίου καὶ χρηστηρίων πάντων καὶ εἰσόδωνἰσόδων καὶ ἐξόδων, οὗ ὅλου γείτονες νότου Σαρᾶτος, βορρᾶ τοῦ ὠνουμένου καὶ τοῦ ἀδελ φοῦ αὐτοῦ, ἀπηλιώτου πρότερον Ἥρωνος καὶ μετό χων, λιβὸς δημοσία ῥύμη. τὰς δὲ συμπεφωνημέ νας ὑπὲρ τιμῆςτειμῆς τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ οἰ κιδίου καὶ χρηστηρίων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκον τα αὐτόθι ἀπέσχονἀπέσχεν ὅ τε Μῶρος καὶ ἡ Πενιέραξ παρὰ τοῦ ὠνουμένου διὰ χειρὸς ἐκ πλήρους. κρατεῖν οὖν καὶ κυριεύειν τὸν Σαραπίωνα σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτοῦ μεταλημψομένοις τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ οἰκιδίουοἰκειδίου καὶ χρηστηρίων πάντων καὶ ἐξουσίαν ἔχειν διοι κεῖν καὶ οἰκονομεῖν περὶ αὐτοῦ ᾧ ἐὰν αἱρῆ ται τρόπῳ ἀνεμποδίστως, καὶ μὴ ἐπελεύσεσθαι τόν τε Μῶρον καὶ τὴν Πενιέρακα μηδʼ ἄλλον ὑπὲρ αὐ τῶν μηδένα κατὰ μηδένα τρόπον καὶ τὸ προκείμε νον ἥμισυ μέρος παρέξεσθαι καθαρὸν ἀπό τε ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ὀφει λῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ ἀπὸ παν τὸς οὑτινοσοῦν ἄλλου. πάντα δὲ τὸν καθʼ ὁν δηποτοῦν τρόπον ἐπελευσόμενον ἢ ἐνποι ησόμενον τοῦ μέρους χάριν ἀποστήσεινἀποστήσιν αὐτοὺς παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι καθάπερ ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγενῆσθαι ἐπερώτησεν ὁ ὠνούμενος, ὡμολόγησαν οἱ ἀποδόμενοι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.