no image
DDbDP-text
Repayment of Loan via HGV-meta
Receipt for repayment of an unwritten loan of 30 talents. A receipt in which Aurelius Sarapion, a councillor of Antinoopolis, acknowledges that Aurelius Isidoros of Karanis has repaid 30 silver talents lent to him without a written contract by Sarapion's steward Chairemon. Sarapion guarantees Isidoros against any further claims, and Chairemon adds his consent; dated 4 May 312. machine translation
Linked by Trismegistos ID
TM 10426.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Σαραπίων Ἑρμείου βουλευτὴς τῆς
λαμπρᾶς Ἀντινόου πόλεως Αὐρηλίῳ Ἰσιδώρῳ
Πτολεμαίου ἀπὸ κώμης Καρανίδος χαίρειν.
ὁμολογῶ διὰ τῆσδε τῆς ἀσφαλείου ἀπειληφέναι
παρὰ σοῦ ἃ εὐχρήστησέν σοι ἀγράφως ὁ ἡμέτερος
προνοητὴς Αὐρήλιος Χαιρήμων ἔτι ἄνωθεν
ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα τριάκοντα, γίνονται τάλαντα λ, πλήρης, περὶ ὧν καὶ οὐδένα λόγον ἔχω
πρός σε οὐδὲ ἐπελεύσομαι οὔτε ἐγὼ ὁ Σαραπίων οὔτε
ὁ Χαιρήμων ἢ οἱ παρʼ ἐμοῦ ἢ παρʼ ἡμῶν διὰ τὸ μετὰ
καλῆς πίστεως ταῦτά σε ἀποκαθεστηκέναι. ἐπὰν
δὲ ἐν καιρῷ τινι ὄχλησιν ἤ τινα ζήτησιν περὶ τοῦ προκιμένου τούτου ἀργυρίου ὑπό τινος πάθῃς ἐγὼ αὐτὸς
ὁ Σαραπίων ἀποστήσω παραχρῆμα τοῖς ἰδίοις μου δαπανήμασιν πρὸς τὸ κατὰ πάντα τρόπον τὸ ἀσφαλὲς καὶ ἀμέριμνόν σοι ὑπʼ ἐμοῦ ὑπαρχθῆναι. καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ
Λικινίου Σεβαστῶν τὸ β Παχὼν θ.
Αὐρήλιος Σαραπίων Ἑρμείου ὁ προκίμενος βουλευτὴς
ἀπέσχον παρὰ τοῦ Εἰσιδώρου ἃ εὐχρήστησεν αὐτῷ ἀγράφως ὁ ἡμέτερος προνοητὴς Χερήμων ἀργυρίου τάλαντα τριάκοντα πλήρης, περὶ ὧν καὶ οὐδένα λόγον ἔχω
πρὸς αὐτὸν ἀλλὰ καὶ τὸν ἐπελευσόμενον ἀποστήσω
ὡς πρόκιται. καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Χαιρήμων προνοητὴς τοῦ Σαραπίωνος εὐδοκῶ τῇδε τῇ
ἀποχῇ τοῦ προκειμένου ἀργυρίου τῶν ταλάντων τριάκοντα ὡς πρόκειται,
καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.