no image
DDbDP-text
Lettre via HGV-meta
Letter from Phoibammon to Dioskoros the protokometes. A letter from Phoibammon to Dioskoros, village headman (protokometes) of Aphrodito, reproaching him for passing through Euphrosynon without visiting, congratulating him on defeating his enemies at Antinoe, sending 2 keratia by the letter-carrier, and inviting him to visit at Hermopolis. Sixth century AD, from the archive of Dioskoros. machine translation
Linked by Trismegistos ID
TM 36810.
Each record below describes this same artifact or text from a different angle.
[r]
†
πρὸ μὲν παντὸς λόγου, προσκυνῶ καὶ ἀσπάζομαι τὴν σὴν ἀδελφικὴν εὐδοκίμησιν.
πρῶτον μὲν μέμφομαι αὐτὴν πανὺ ὅτι παρῆλθεν ἡ αὐτὴ ἀδελφότης
εἰς Εὐφρόσυνον, καὶ οὐκ ἐζήτησέν με[…] πρὸς ὅτε πω οὐκ
προσκυνῆσαι αὐτήν. ἔτι μέντοι ερ……ς γε ἀηδίζομαί τοτε, ἤκουσα δὲ τὰ γενόμενα
περὶ τῆς ὑμῶν ἀδελφότητος ἐν τῇ Ἀντινοέων, ὅτι κατηργήσατε τοὺς ὑμῶν
ἐχθρούς. παρακαλῶ δὲ αὐτὴν λαβεῖν παρὰ τοῦ γραμματηφόρου δύο κεράτια
ἐν κέρμασι, ἵνα τελειώσῃ τὴν χρείαν, καὶ λα…ει…οι…ωα ἐπειδὴ χρεία ἐστίν.
σὺν Θεῷ γὰρ θέλω καταπλεῦσαι εν………η… ἡμέτερον. μὴ ἀποτύχω δὲ
εἰς τοῦτο θαρρῶν ὑμᾶς ἔγραψα[…]ει[…]…ς καλούσης. ὑμῶν κατερχομένων
ἐπὶ τὴν Ἀντινοέων πρὸς τοὺς λαμπροτάτους ἡμῶν δεσπότας παγάρχους
ζητήσατέ με εἰς Ἑρμοῦ πόλιν.ἐπεὶ οὐκ ἠξιώθην ὑμᾶς εἰς Εὐφρόσυνον,
καὶ ἂν εἰς τὴν πόλιν μου, ἵνα ἀξιωθῇ ὁ οἶκός μου τὴν ὑμῶν ἀδελφότητα.
πάλιν ἀσπάζομαι αὐτὴν ἐξαιρέτως ἐκ πάσης μου ψυχῆς, ἕως ὅτε σὺν Θεῷ
βλέπω ὑμᾶς εἰς ὄψιν, δέσποτα καλέ, φίλε †
[v]
† δοθὲν τῷ εὐδοκιμωτάτῳ Διοσκόρῳ πρωτοκωμήτῃ …τ
† Φοιβάμμων …ρικSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.