no image
DDbDP-text
Cautionnement via HGV-meta
Linked by Trismegistos ID
TM 19023.
Each record below describes this same artifact or text from a different angle.
[r]
μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλίου
τοῦ ἐνδοξοτάτου ἔτους ἕκτου ,
Φαρμοῦθι ϛ ἑνδεκάτης ἰνδικτίονος.
τῷ θαυμασιωτάτῳ Διοσκόρῳ Ἀπολλῶτος,
ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου
νομοῦ, παρὰ Αὐρηλίου Ψαίου Σενουθίου ἐκ μητρὸς
Ταπίας, γεωργοῦ μισθίου ἀπὸ κώμης Ἀράβωνος
τοῦ Πανοπολίτου νομοῦ, τὰ νῦν διάγοντος ἐπὶ τῆς αὐτῆς
κώμης Ἀφροδίτης, χαίρειν. ὁμολογῶ ἑτοίμως ἔχειν
κουφίσασθαί σοι ἀπὸ τοῦ ἐμοῦ μισθοῦ τοῦ ὑπὲρ τῆς
δωδεκάτης ὀφείλοντος λημφθῆναι
παρὰ σοῦ, σίτου ἀρτάβας δέκα μέτρῳ σῷ,
ὑπὲρ ἀναδοχῆς Ἀπολλῶτος τοῦ ὑδραγωγοῦ
τοῦ καὶ ἐμοῦ γυναικαδέλφου, καὶ μὴ δύνασθαί με
ἐνάξαι σοι περὶ τούτων ἐν τῷ καιρῷ τῆς ἀλοήσεως
τῆς σὺν Θεῷ ἐσομένης δωδεκάτης ἰνδικτίονος.
καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ ἀσφαλὲς
μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος· καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα.
Ψάις Σενουθείου γεωργὸς ἀπὸ Ἀράβονος ὁ προκείμενος
συμφωνεῖ μοι ὡς πρόκειται. Αὐρήλιος Κόλλουθος Ψιμανωβετ,
ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος
Κυριακὸς …νειου μαρτυρῶ τῇ ὀφειλῇ ἀκούσας
παρὰ τοῦ θεμένου
διʼ ἐμοῦ Πιλάτου νομικοῦἐγράφη
[v]
[…] γυναικαδέλφου τὸ π[…]…αν ἀσφαλὲς κουφισμοῦ ……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.