no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20377.
Each record below describes this same artifact or text from a different angle.
[r]
μετὰ τὴν ὑπατείαν Φλαουίων Εὐδοξίου καὶ Διοσκόρου τῶν λαμπροτάτων
Φαῶφι ιη.
[…]θυγατρὶ τοῦ τῆς ἀρίστης μνήμης Δανιηλίου
προπολιτευομένου τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως
παρὰ Αὐρηλίων Ἁρμιυσίου υἱοῦ Παδιδύμου καὶ Τάορ θυγατρὸς Κάστορος
[…]θεσμ[…]ἀπὸ κώμης Πτώχεως τοῦ αὐτοῦ νομοῦ. ἑκουσίως
ἐπιδεχόμεθα μισθώσασθαι ἐξ ἀλληλεγγύης ἀπὸ τοῦ ἐνεστῶτος
ἔτους ρκ πθ σπορᾶς τῆς τρισκαιδεκάτης ἰνδικτίονος ἀπὸ τῶν
ὑπαρχόντων σοι ἐν πεδίῳ τῆς ἡμετέρας κώμης ἐδάφους
σιτικοῦ ἀρούρας ἐννέα ἢ ὅσας ἐὰν ὦσιν, ἐπὶ τῷ ἡμᾶς ταύτας
σπεῖραι οἷς αἱρώμεθα γενήμασιν ἐφʼ ἡμισείας πάντων τῶν
περιγιγνομένων καρπῶν ἐφʼ ᾧτε ἡμᾶς παρασχεῖν σοὶ τῇ γεούχῳ
τὸ ἥμισυ μέρος ἀντὶ φόρου τῶν περιγιγνομένων καρπῶν
μετὰ καλῆς πίστεως, ἡμᾶς δὲ τοὺς μεμισθωμένους ἀνθʼ ὧν
ποιούμεθα καμάτων τῆς γεωργίας καὶ ἀντὶ τῶν καταβαλλομένων
παρʼ ἡμῶν σπερμάτων τῇ γῇ ἔχειν τὸ ἄλλο ἥμισυ μέρος
ἀνυπερθέτως, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ
τὴν γεοῦχον· ἐπάναγκες δὲ ἡμᾶς ἐξ ἀλληλεγγύης παρασχεῖν
τὸ ἥμισυ μέρος τῶν καρπῶν ἐν τῷ δέοντι καιρῷ ἀνυπερθέτως
καὶ τὴν ἀναβολὴν τῶν ἀρουρῶν ποιήσασθαι. κυρία ἡ μίσθωσις
δισσὴ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἁρμιύσιος υἱὸς
Παδιδύμου καὶ Τάορ θυγάτηρ Κάστορος οἱ προγεγραμμένοι μεμισθώμεθα τὴν
γῆν καὶ ἀποδώσομεν ἐξ ἀλληλεγγύης τὸ ἥμισυ μέρος τῶν περιγιγνομένων καρπῶν
καὶ συμφωνεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκιται. Φλαούιος Σαραπίων Ὡρίωνος ἀξιωθεὶς
ἔγραψα ὑπὲρ αὐτῶν παρόντων γράμματα μὴ εἰδότων.
☧ δι εμυ ρυφινυ …
[v]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.